Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὸν δὲ τράγον ἀπεθέωσαν, καθάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσθαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζῴων φύσεως.

καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατʼ Αἴγυπτον τούτῳ τῷ θεῷ πρῶτον μυεῖσθαι.

καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρʼ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ

v.1.p.148
τῇ τοῦ τράγου φύσει παραπλησίας· τὸ γὰρ ζῷον τοῦτο παραδεδόσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργέστατον· ἐκείνοις οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν.

τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα. τοὺς δὲ πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον.

καὶ τῶν ἀνθρώπων δὲ τοὺς ὁμοχρωμάτους τῷ Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ θύεσθαι πρὸς τῷ τάφῳ τῷ Ὀσίριδος· τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσθαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους· διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦθον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον.

τοὺς δὲ λύκους τιμᾶσθαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα· βραχὺ γὰρ διαλάττοντας αὐτοὺς ταῖς φύσεσι ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων. φέρουσι δʼ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν

v.1.p.149
τῆς τοῦ ζῴου τούτου τιμῆς μυθικωτέραν· τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ λύκῳ τὴν ὄψιν ὁμοιωθέντα· ἀναιρεθέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας καταδεῖξαι τιμᾶν τὸ ζῷον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούθησεν.

ἔνιοι δὲ λέγουσι, τῶν Αἰθιόπων στρατευσάντων ἐπὶ τὴν Αἴγυπτον, ἀθροισθείσας παμπληθεῖς ἀγέλας λύκων ἐκδιῶξαι τοὺς ἐπελθόντας ἐκ τῆς χώρας ὑπὲρ πόλιν τὴν ὀνομαζομένην Ἐλεφαντίνην· διὸ καὶ τόν τε νομὸν ἐκεῖνον Λυκοπολίτην ὀνομασθῆναι καὶ τὰ ζῷα τὰ προειρημένα τυχεῖν τῆς τιμῆς.