Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μετὰ δὲ τοὺς προειρημένους βασιλεῖς διεδέξατο τὴν ἀρχὴν Βόκχορις, τῷ μὲν σώματι παντελῶς εὐκαταφρόνητος, ἀγχινοίᾳ δὲ πολὺ διαφέρων τῶν προβασιλευσάντων.

πολλοῖς δʼ ὕστερον χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου Σαβάκων, τὸ μὲν γένος ὢν Αἰθίοψ, εὐσεβείᾳ δὲ καὶ χρηστότητι πολὺ διαφέρων τῶν πρὸ αὐτοῦ.

τῆς μὲν οὖν ἐπιεικείας αὐτοῦ λάβοι τις ἂν τεκμήριον τὸ τῶν νομίμων προστίμων ἆραι τὸ μέγιστον, λέγω δὲ τὴν τοῦ ζῆν στέρησιν·

ἀντὶ γὰρ τοῦ θανάτου τοὺς καταδικασθέντας ἠνάγκαζε

v.1.p.111
λειτουργεῖν ταῖς πόλεσι δεδεμένους, καὶ διὰ τούτων πολλὰ μὲν χώματα κατεσκεύαζεν, οὐκ ὀλίγας δὲ διώρυχας ὤρυττεν εὐκαίρους· ὑπελάμβανε γὰρ τοῖς μὲν κολαζομένοις τὸ τῆς τιμωρίας ἀπότομον ἠλαττωκέναι, ταῖς δὲ πόλεσιν ἀντὶ προστίμων ἀνωφελῶν μεγάλην εὐχρηστίαν περιπεποιηκέναι.

τὴν δὲ τῆς εὐσεβείας ὑπερβολὴν συλλογίσαιτʼ ἄν τις ἐκ τῆς κατὰ τὸν ὄνειρον φαντασίας καὶ τῆς κατὰ τὴν ἀρχὴν ἀποθέσεως.

ἔδοξε μὲν γὰρ κατὰ τὸν ὕπνον λέγειν αὐτῷ τὸν ἐν Θήβαις θεὸν ὅτι βασιλεύειν οὐ δυνήσεται τῆς Αἰγύπτου μακαρίως οὐδὲ πολὺν χρόνον, ἐὰν μὴ τοὺς ἱερεῖς ἅπαντας διατεμὼν διὰ μέσων αὐτῶν διέλθῃ μετὰ τῆς θεραπείας.

πολλάκις δὲ τούτου γινομένου μεταπεμψάμενος πανταχόθεν τοὺς ἱερεῖς ἔφη λυπεῖν τὸν θεὸν ἐν τῇ χώρᾳ μένων· οὐ γὰρ ἂν αὐτῷ τοιαῦτα προστάττειν κατὰ τὸν ὕπνον.

ἀπελθὼν οὖν βούλεσθαι καθαρὸς παντὸς μύσους ἀποδοῦναι τὸ ζῆν τῇ πεπρωμένῃ μᾶλλον ἢ λυπῶν τὸν κύριον καὶ μιάνας ἀσεβεῖ φόνῳ τὸν ἴδιον βίον ἄρχειν τῆς Αἰγύπτου· καὶ πέρας τοῖς ἐγχωρίοις ἀποδοὺς τὴν βασιλείαν ἐπανῆλθεν εἰς τὴν Αἰθιοπίαν.