Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἀλλὰ καὶ τῇ τῶν τεχνιτῶν ἐπινοίᾳ. οἱ δὲ Θηβαῖοί φασιν ἑαυτοὺς ἀρχαιοτάτους εἶναι πάντων ἀνθρώπων καὶ παρʼ ἑαυτοῖς πρώτοις φιλοσοφίαν τε εὑρῆσθαι καὶ τὴν ἐπʼ ἀκριβὲς ἀστρολογίαν, ἅμα καὶ τῆς χώρας αὐτοῖς συνεργούσης πρὸς τὸ τηλαυγέστερον ὁρᾶν τὰς ἐπιτολάς τε καὶ δύσεις τῶν ἄστρων.

ἰδίως δὲ καὶ τὰ περὶ τοὺς μῆνας αὐτοῖς καὶ τοὺς ἐνιαυτοὺς διατετάχθαι. τὰς γὰρ ἡμέρας οὐκ ἄγουσι κατὰ σελήνην, ἀλλὰ κατὰ τὸν ἥλιον, τριακονθημέρους

v.1.p.87
μὲν τιθέμενοι τοὺς μῆνας, πέντε δʼ ἡμέρας καὶ τέταρτον τοῖς δώδεκα μησὶν ἐπάγουσι, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἐνιαύσιον κύκλον ἀναπληροῦσιν. ἐμβολίμους δὲ μῆνας οὐκ ἄγουσιν οὐδʼ ἡμέρας ὑφαιροῦσι, καθάπερ οἱ πλεῖστοι τῶν Ἑλλήνων. περὶ δὲ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ἀκριβῶς ἐπεσκέφθαι δοκοῦσι, καὶ προρρήσεις περὶ τούτων ποιοῦνται, πάντα τὰ κατὰ μέρος γινόμενα προλέγοντες ἀδιαπτώτως.

τῶν δὲ τούτου τοῦ βασιλέως ἀπογόνων ὄγδοος ὁ ἀπὸ τοῦ πατρὸς προσαγορευθεὶς Οὐχορεὺς ἔκτισε πόλιν Μέμφιν, ἐπιφανεστάτην τῶν κατʼ Αἴγυπτον. ἐξελέξατο μὲν γὰρ τόπον ἐπικαιρότατον ἁπάσης τῆς χώρας, ὅπου σχιζόμενος ὁ Νεῖλος εἰς πλείονα μέρη ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα· διὸ καὶ συνέβη τὴν πόλιν εὐκαίρως κειμένην ἐπὶ τῶν κλείθρων εἶναι κυριεύουσαν τῶν εἰς τὴν ἄνω χώραν ἀναπλεόντων.

τὸ μὲν οὖν περίβολον τῆς πόλεως ἐποίησε σταδίων ἑκατὸν καὶ πεντήκοντα, τὴν δʼ ὀχυρότητα καὶ τὴν εὐχρηστίαν θαυμαστήν, τοιῷδέ τινι τρόπῳ κατασκευάσας.

ῥέοντος γὰρ τοῦ Νείλου περὶ τὴν πόλιν καὶ κατὰ τὰς ἀναβάσεις ἐπικλύζοντος, ἀπὸ μὲν τοῦ νότου προεβάλετο χῶμα παμμέγεθες, πρὸς μὲν τὴν πλήρωσιν τοῦ ποταμοῦ προβλήματος, πρὸς δὲ τοὺς ἀπὸ τῆς γῆς πολεμίους ἀκροπόλεως ἔχον τάξιν· ἐκ δὲ τῶν ἄλλων μερῶν πανταχόθεν ὤρυξε λίμνην μεγάλην καὶ βαθεῖαν, ἣ τὸ σφοδρὸν τοῦ ποταμοῦ δεχομένη καὶ πάντα τὸν περὶ τὴν

v.1.p.88
πόλιν τόπον πληροῦσα, πλὴν ᾗ τὸ χῶμα κατεσκεύαστο,

θαυμαστὴν ἐποίει τὴν ὀχυρότητα. οὕτω δὲ καλῶς ὁ κτίσας αὐτὴν ἐστοχάσατο τῆς τῶν τόπων εὐκαιρίας ὥστε τοὺς ἑξῆς βασιλεῖς σχεδὸν ἅπαντας καταλιπόντας τὰς Θήβας τά τε βασίλεια καὶ τὴν οἴκησιν ἐν ταύτῃ ποιεῖσθαι. διόπερ ἀπὸ τούτων τῶν χρόνων ἤρξατο ταπεινοῦσθαι μὲν τὰ περὶ τὰς Θήβας, αὔξεσθαι δὲ τὰ περὶ τὴν Μέμφιν, ἕως Ἀλεξάνδρου τοῦ βασιλέως· τούτου γὰρ ἐπὶ θαλάττῃ τὴν ἐπώνυμον αὐτῷ πόλιν οἰκίσαντος οἱ κατὰ τὸ ἑξῆς βασιλεύσαντες τῆς Αἰγύπτου πάντες ἐφιλοτιμήθησαν εἰς τὴν ταύτης αὔξησιν.

οἱ μὲν γὰρ βασιλείοις μεγαλοπρεπέσιν, οἱ δὲ νεωρίοις καὶ λιμέσιν, οἱ δʼ ἑτέροις ἀναθήμασι καὶ κατασκευάσμασιν ἀξιολόγοις ἐπὶ τοσοῦτον ἐκόσμησαν αὐτὴν ὥστε παρὰ τοῖς πλείστοις πρώτην ἢ δευτέραν ἀριθμεῖσθαι τῶν κατὰ τὴν οἰκουμένην πόλεων. ἀλλὰ περὶ μὲν ταύτης τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν.