Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μετὰ τοὺς θεοὺς τοίνυν πρῶτόν φασι βασιλεῦσαι τῆς Αἰγύπτου Μηνᾶν, καὶ καταδεῖξαι τοῖς λαοῖς θεούς τε σέβεσθαι καὶ θυσίας ἐπιτελεῖν, πρὸς δὲ τούτοις παρατίθεσθαι τραπέζας καὶ κλίνας καὶ στρωμνῇ πολυτελεῖ χρῆσθαι, καὶ τὸ σύνολον τρυφὴν καὶ πολυτελῆ βίον εἰσηγήσασθαι.

διὸ καὶ πολλαῖς ὕστερον

v.1.p.79
γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθʼ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι· οὕτω δʼ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις· ὃ δὴ δοκεῖ μάλιστα αἴτιον γενέσθαι τοῦ μὴ διαμεῖναι τὴν δόξαν τοῦ Μηνᾶ καὶ τὰς τιμὰς εἰς τοὺς ὕστερον χρόνους.

ἑξῆς δʼ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα· ἐφʼ ὧν μηδὲν ἄξιον ἀναγραφῆς γενέσθαι.

μετὰ δὲ ταῦτα κατασταθέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας. τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς·

ὁμοίως δὲ καὶ τὰς τῶν ἰδιωτῶν

v.1.p.80
οἰκίας, ἃς μὲν τετρωρόφους, ἃς δὲ πεντωρόφους κατασκευάσαι, καὶ καθόλου τὴν πόλιν εὐδαιμονεστάτην οὐ μόνον τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ τῶν ἄλλων πασῶν ποιῆσαι.

διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσθαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει

οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν.

ἔνιοι δέ φασιν οὐ πύλας ἑκατὸν ἐσχηκέναι τὴν πόλιν, ἀλλὰ πολλὰ καὶ μεγάλα προπύλαια τῶν ἱερῶν, ἀφʼ ὧν ἑκατόμπυλον ὠνομάσθαι, καθαπερεὶ πολύπυλον. δισμύρια δʼ ἅρματα πρὸς ἀλήθειαν ἐξ αὐτῆς εἰς τοὺς πολέμους ἐκπορεύεσθαι· τοὺς γὰρ ἱππῶνας ἑκατὸν γεγονέναι κατὰ τὴν παραποταμίαν τὴν ἀπὸ Μέμφεως ἄχρι Θηβῶν τῶν κατὰ τὴν Λιβύην, ἑκάστου δεχομένου ἀνὰ διακοσίους ἵππους, ὧν ἔτι νῦν τὰ θεμέλια δείκνυσθαι.