Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

περιείληφε δʼ ὁ ποταμὸς καὶ νήσους ἐν αὑτῷ, κατὰ μὲν τὴν Αἰθιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέθη, τὴν ὀνομαζομένην Μερόην, ἐν ᾗ καὶ πόλις ἐστὶν ἀξιόλογος ὁμώνυμος τῇ νήσῳ, κτίσαντος αὐτὴν Καμβύσου καὶ θεμένου τὴν προσηγορίαν ἀπὸ τῆς μητρὸς αὐτοῦ Μερόης.

ταύτην δὲ τῷ μὲν σχήματί φασιν ὑπάρχειν θυρεῷ παραπλησίαν, τῷ δὲ μεγέθει πολὺ προέχειν τῶν ἄλλων νήσων τῶν ἐν τούτοις τοῖς τόποις· τὸ μὲν γὰρ μῆκος αὐτῆς εἶναι λέγουσι

v.1.p.54
σταδίων τρισχιλίων, τὸ δὲ πλάτος χιλίων. ἔχειν δʼ αὐτὴν καὶ πόλεις οὐκ ὀλίγας, ὧν ἐπιφανεστάτην ὑπάρχειν τὴν Μερόην.

παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ἀπὸ μὲν τῆς Λιβύης θῖνας ἔχοντας ἅμμου μέγεθος ἀέριον, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοὺς κατερρωγότας. ὑπάρχειν δʼ ἐν αὐτῇ καὶ μέταλλα χρυσοῦ τε καὶ ἀργύρου καὶ σιδήρου καὶ χαλκοῦ· πρὸς δὲ τούτοις ἔχειν πλῆθος ἐβένου, λίθων τε πολυτελῶν γένη παντοδαπά.

καθόλου δὲ τοσαύτας νήσους ποιεῖν τὸν ποταμὸν ὥστε τοὺς ἀκούοντας μὴ ῥᾳδίως πιστεῦσαι· χωρὶς γὰρ τῶν περικλυζομένων τόπων ἐν τῷ καλουμένῳ Δέλτα τὰς ἄλλας εἶναι νήσους πλείους τῶν ἑπτακοσίων, ὧν τὰς μὲν ὑπὸ Αἰθιόπων ἐπαντλουμένας γεωργεῖσθαι κέγχρῳ, τὰς δὲ πλήρεις ὑπάρχειν ὄφεων καὶ κυνοκεφάλων καὶ ἄλλων θηρίων παντοδαπῶν, καὶ διὰ τοῦτο ἀπροσίτους εἶναι τοῖς ἀνθρώποις.

ὁ δʼ οὖν Νεῖλος κατὰ τὴν Αἴγυπτον εἰς πλείω μέρη σχιζόμενος ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα.

τούτου δὲ τὰς μὲν πλευρὰς καταγράφει τὰ τελευταῖα τῶν ῥευμάτων, τὴν δὲ βάσιν ἀναπληροῖ τὸ δεχόμενον πέλαγος τὰς ἐκβολὰς τοῦ ποταμοῦ.

ἐξίησι δʼ εἰς τὴν θάλατταν ἑπτὰ στόμασιν, ὧν τὸ μὲν πρὸς ἕω κεκλιμένον καὶ πρῶτον καλεῖται Πηλουσιακόν, τὸ δὲ δεύτερον Τανιτικόν, εἶτα Μενδήσιον καὶ Φατνιτικὸν καὶ Σεβεννυτικόν, ἔτι δὲ

v.1.p.55
Βολβίτινον, καὶ τελευταῖον Κανωβικόν, ὅ τινες Ἡρακλεωτικὸν ὀνομάζουσιν.

ἔστι δὲ καὶ ἕτερα στόματα χειροποίητα, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν. ἐφʼ ἑκάστῳ δὲ πόλις τετείχισται διαιρουμένη τῷ ποταμῷ καὶ καθʼ ἑκάτερον μέρος τῆς ἐκβολῆς ζεύγμασι καὶ φυλακαῖς εὐκαίροις διειλημμένη. ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ στόματος διῶρύξ ἐστι χειροποίητος εἰς τὸν Ἀράβιον κόλπον καὶ τὴν Ἐρυθρὰν θάλατταν.

ταύτην δʼ ἐπεβάλετο πρῶτος κατασκευάζειν Νεκῶς ὁ Ψαμμητίχου, μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Πέρσης, καὶ προκόψας τοῖς ἔργοις ἕως τινὸς τὸ τελευταῖον εἴασεν αὐτὴν ἀσυντέλεστον·

ἐδιδάχθη γὰρ ὑπό τινων ὅτι διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται τοῦ κατακλυσθῆναι τὴν Αἴγυπτον· μετεωροτέραν γὰρ ἀπεδείκνυον ὑπάρχειν τῆς Αἰγύπτου τὴν Ἐρυθρὰν θάλατταν.

ὕστερον δὲ ὁ δεύτερος Πτολεμαῖος συνετέλεσεν αὐτήν, καὶ κατὰ τὸν ἐπικαιρότατον τόπον ἐμηχανήσατό τι φιλότεχνον διάφραγμα. τοῦτο δʼ ἐξήνοιγεν, ὁπότε βούλοιτο διαπλεῦσαι, καὶ ταχέως πάλιν συνέκλειεν, εὐστόχως ἐκλαμβανομένης τῆς χρείας.

ὁ δὲ διὰ τῆς διώρυχος ταύτης ῥέων ποταμὸς ὀνομάζεται μὲν ἀπὸ τοῦ κατασκευάσαντος Πτολεμαῖος, ἐπὶ δὲ τῆς ἐκβολῆς πόλιν ἔχει τὴν προσαγορευομένην Ἀρσινόην.