Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡ γὰρ Αἴγυπτος κεῖται μὲν μάλιστά πως κατὰ μεσημβρίαν, ὀχυρότητι δὲ φυσικῇ καὶ κάλλει χώρας οὐκ ὀλίγῳ δοκεῖ προέχειν τῶν εἰς βασιλείαν ἀφωρισμένων τόπων.

ἀπὸ μὲν γὰρ τῆς δύσεως ὠχύρωκεν αὐτὴν ἡ ἔρημος καὶ θηριώδης τῆς Λιβύης, ἐπὶ πολὺ μὲν παρεκτείνουσα, διὰ δὲ τὴν ἀνυδρίαν καὶ τὴν σπάνιν τῆς ἁπάσης τροφῆς ἔχουσα τὴν διέξοδον οὐ μόνον ἐπίπονον, ἀλλὰ καὶ παντελῶς ἐπικίνδυνον· ἐκ δὲ τῶν πρὸς νότον μερῶν οἵ τε καταράκται τοῦ Νείλου καὶ τῶν ὀρῶν τὰ συνορίζοντα τούτοις·

ἀπὸ γὰρ τῆς Τρωγλοδυτικῆς καὶ τῶν ἐσχάτων τῆς Αἰθιοπίας μερῶν ἐντὸς σταδίων πεντακισχιλίων καὶ πεντακοσίων οὔτε πλεῦσαι διὰ τοῦ ποταμοῦ ῥᾴδιον οὔτε πεζῇ πορευθῆναι μὴ τυχόντα βασιλικῆς ἢ παντελῶς μεγάλης τινὸς χορηγίας.

τῶν δὲ πρὸς τὴν ἀνατολὴν νευόντων μερῶν τὰ μὲν ὁ ποταμὸς ὠχύρωκε, τὰ δʼ ἔρημος περιέχει καὶ πεδία

v.1.p.49
τελματώδη τὰ προσαγορευόμενα Βάραθρα. ἔστι γὰρ ἀνὰ μέσον τῆς Κοίλης Συρίας καὶ τῆς Αἰγύπτου λίμνη τῷ μὲν πλάτει στενὴ παντελῶς, τῷ δὲ βάθει θαυμάσιος, τὸ δὲ μῆκος ἐπὶ διακοσίους παρήκουσα σταδίους, ἣ προσαγορεύεται μὲν Σερβωνίς, τοῖς δʼ ἀπείροις τῶν προσπελαζόντων ἀνελπίστους ἐπιφέρει κινδύνους.

στενοῦ γὰρ τοῦ ῥεύματος ὄντος καὶ ταινίᾳ παραπλησίου, θινῶν τε μεγάλων πάντῃ περικεχυμένων, ἐπειδὰν νότοι συνεχεῖς πνεύσωσιν, ἐπισείεται πλῆθος ἅμμου.

αὕτη δὲ τὸ μὲν ὕδωρ κατὰ τὴν ἐπιφάνειαν ἄσημον ποιεῖ, τὸν δὲ τῆς λίμνης τύπον συμφυῆ τῇ χέρσῳ καὶ κατὰ πᾶν ἀδιάγνωστον. διὸ καὶ πολλοὶ τῶν ἀγνοούντων τὴν ἰδιότητα τοῦ τόπου μετὰ στρατευμάτων ὅλων ἠφανίσθησαν τῆς ὑποκειμένης ὁδοῦ διαμαρτόντες.

ἡ μὲν γὰρ ἅμμος ἐκ τοῦ κατʼ ὀλίγον πατουμένη τὴν ἔνδοσιν λαμβάνει, καὶ τοὺς ἐπιβάλλοντας ὥσπερ προνοίᾳ τινὶ πονηρᾷ παρακρούεται, μέχρι ἂν ὅτου λαβόντες ὑπόνοιαν τοῦ συμβησομένου βοηθήσωσιν ἑαυτοῖς, οὐκ οὔσης ἔτι φυγῆς οὐδὲ σωτηρίας.

ὁ γὰρ ὑπὸ τοῦ τέλματος καταπινόμενος οὔτε νήχεσθαι δύναται, παραιρουμένης τῆς ἰλύος τὴν τοῦ σώματος κίνησιν, οὔτʼ ἐκβῆναι κατισχύει, μηδὲν ἔχων στερέμνιον εἰς ἐπίβασιν· μεμιγμένης γὰρ τῆς ἅμμου τοῖς ὑγροῖς, καὶ διὰ τοῦτο τῆς ἑκατέρων φύσεως ἠλλοιωμένης, συμβαίνει τὸν τόπον μήτε πορευτὸν εἶναι μήτε πλωτόν.

διόπερ οἱ τοῖς μέρεσι τούτοις ἐπιβάλλοντες φερόμενοι πρὸς τὸν βυθὸν οὐδεμίαν ἀντίληψιν

v.1.p.50
βοηθείας ἔχουσι, συγκατολισθανούσης τῆς ἅμμου τῆς παρὰ τὰ χείλη. τὰ μὲν οὖν προειρημένα πεδία τοιαύτην ἔχοντα τὴν φύσιν οἰκείας ἔτυχε προσηγορίας, ὀνομασθέντα Βάραθρα.