Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δʼ Ἀλέξανδρος τοῖς κενοῖς τοῦ πολέμου καταστρατηγήσας τοὺς Ἰνδοὺς χωρὶς κινδύνου ἐκυρίευσε τῆς πέτρας. καὶ τῷ μὲν ὁδηγήσαντι τὰς ὡμολογημένας δωρεὰς ἀπέδωκεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς δυνάμεως.

καθʼ ὃν καιρὸν Ἀφρίκης τις Ἰνδός, ἔχων μὲν στρατιώτας δισμυρίους, ἐλέφαντας δὲ πεντεκαίδεκα, διέτριβε περὶ τὸν τόπον. τοῦτον δέ τινες ἀνελόντες καὶ τὴν κεφαλὴν αὐτοῦ πρὸς Ἀλέξανδρον ἐνέγκαντες διὰ ταύτης τῆς εὐεργεσίας περιεποιήσαντο τὰς ἰδίας σωτηρίας.

ὁ δὲ βασιλεὺς τούτους τε προσηγάγετο καὶ τῶν ἐλεφάντων πλανωμένων κατὰ τὴν χώραν ἐκυρίευσεν. αὐτὸς δὲ παρελθὼν ἐπὶ τὸν Ἰνδὸν ποταμὸν καὶ καταλαβὼν τάς τε τριακοντόρους κατεσκευασμένας καὶ τὸν πόρον ἐζευγμένον τριάκοντα μὲν ἡμέρας ἀνέλαβε τὴν δύναμιν καὶ τοῖς θεοῖς μεγαλοπρεπεῖς συντελέσας θυσίας διεβίβασε τὴν στρατιὰν καὶ περιέπεσε παραδόξῳ περιπετείᾳ.

Ταξίλου γὰρ τοῦ βασιλέως προτετελευτηκότος υἱὸς αὐτοῦ Μῶφις διαδεξάμενος τὴν ἀρχὴν διεπέμψατο μὲν καὶ πρότερον πρὸς Ἀλέξανδρονἐν τῇ Σογδιανῇ διατρίβοντα, ἐπαγγελλόμενος αὐτῷ συστρατεύειν ἐπὶ τοὺς ἀντιταττομένους τῶν Ἰνδῶν καὶ τότε πρέσβεις ἀποστείλας ἔφησεν αὐτῷ παραδιδόναι τὴν βασιλείαν.

ἀπέχοντος δὲ τεσσαράκοντα σταδίους τοῦ βασιλέως ἐκτάξας τὴν δύναμιν ὡς εἰς πόλεμον καὶ τοὺς ἐλέφαντας κοσμήσας ἀπήντα μετὰ τῶν φίλων. ὁ δὲ Ἀλέξανδρος ὁρῶν προσιοῦσαν μεγάλην δύναμιν ἐκτεταγμένην πολεμικῶς καὶ δόξας τὸν Ἰνδὸν ἐπιβούλως πεποιῆσθαι τὰς ἐπαγγελίας, ὅπως ἀπαρασκεύοις τοῖς Μακεδόσιν ἐπίθηται, τοῖς μὲν σαλπιγκταῖς παρεκελεύσατο σημαίνειν τὸ πολεμικόν, τοὺς δὲ στρατιώτας ἐκτάξας ἀπήντα τοῖς Ἰνδοῖς.

ὁ δὲ Μῶφις ὁρῶν τὴν ταραχὴν τῶν Μακεδόνων καὶ τὸ γεγονὸς συλλογιζόμενος τὴν μὲν δύναμιν κατέλιπεν, αὐτὸς δὲ μετὰ ὀλίγων προϊππεύσας καὶ τὴν ἄγνοιαν τῶν Μακεδόνων διορθωσάμενος παρέδωκεν ἑαυτόν τε καὶ τὴν δύναμιν τῷ βασιλεῖ.

ἡσθεὶς δὲ ὁ Ἀλέξανδρος τήν τε βασιλείαν ἀπέδωκεν αὐτῷ καὶ τὸ λοιπὸν διετέλει τούτῳ φίλῳ καὶ συμμάχῳ χρώμενος καὶ μετωνόμασεν αὐτὸν Ταξίλην. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.