Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπὶ δὲ τούτοις γενομένων τῶν ὅρκων ἡ μὲν βασίλισσα τὴν μεγαλοψυχίαν τοῦ Ἀλεξάνδρου θαυμάσασα δῶρά τε κράτιστα ἐξέπεμψε καὶ πᾶν τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλατο. οἱ δὲ μισθοφόροι παραχρῆμα κατὰ τὰς ὁμολογίας ἐκ τῆς πόλεως ἀπελθόντες καὶ σταδίους ὀγδοήκοντα προελθόντες ἀνεπικωλύτως κατεστρατοπέδευσαν, οὐδεμίαν ἔννοιαν λαμβάνοντες τοῦ μέλλοντος.

ὁ δʼ Ἀλέξανδρος ἀμετάθετον ἔχων τὴν πρὸς τοὺς μισθοφόρους ἀλλοτριότητα διεσκευασμένην ἔχων τὴν δύναμιν ἐπηκολούθησε τοῖς βαρβάροις καὶ προσπεσὼν αὐτοῖς ἄφνω πολὺν ἐποίει φόνον. οἱ δὲ μισθοφόροι τὸ μὲν πρῶτον ἐβόων παρὰ τοὺς ὅρκους αὑτοὺς πολεμεῖσθαι καὶ τοὺς ἀσεβουμένους ὑπʼ αὐτοῦ θεοὺς ἐπεκαλοῦντο· ὁ δʼ Ἀλέξανδρος μεγάλῃ τῇ φωνῇ πρὸς αὐτοὺς ἀνεβόησεν ὅτι συνεχώρησεν αὐτοῖς ἐκ τῆς πόλεως ἀπελθεῖν, οὐ φίλους εἶναι διὰ παντὸς Μακεδόνων.

οἱ δὲ μισθοφόροι τὸ μέγεθος τῶν κινδύνων οὐ καταπλαγέντες συνεφράξαντο καὶ τὴν ὅλην τάξιν ποιήσαντες κυκλοτερῆ τά τε τέκνα καὶ τὰς γυναῖκας εἰς μέσον ἀπέλαβον, ὥστε πανταχόθεν τοῖς προσμαχομένοις ἀσφαλῶς ἀντιτάττεσθαι. ἀπονοηθέντων δʼ αὐτῶν καὶ διὰ τὴν τόλμαν καὶ διὰ τὴν ἐν τοῖς ἀγῶσιν ἀρετὴν ἰσχυρὰν μάχην συστησαμένων καὶ τῶν Μακεδόνων φιλοτιμουμένων μὴ λειφθῆναι τῆς τῶν βαρβάρων ἀνδραγαθίας μεγάλην κατάπληξιν εἶχεν ὁ κίνδυνος.

ἐκ χειρὸς γὰρ τῆς μάχης οὔσης καὶ συμπλεκομένων τῶν ἀγωνιζομένων ἀλλήλοις πολλαὶ καὶ παντοῖαι διαθέσεις θανάτων καὶ τραυμάτων ἐγίνοντο· οἱ γὰρ Μακεδόνες ταῖς σαρίσαις ἀναρρήσσοντες τὰς τῶν βαρβάρων πέλτας τὰς ἀκμὰς τοῦ σιδήρου τοῖς πνεύμοσιν ἐνήρειδον, οἱ δὲ μισθοφόροι τὰς λόγχας ἀκοντίζοντες εἰς ἀθρόους τοὺς πολεμίους οὐχ ἡμάρτανον, σύνεγγυς κειμένου τοῦ σκοποῦ.

διὸ καὶ πολλῶν μὲν τραυματιζομένων, οὐκ ὀλίγων δὲ τελευτώντων αἱ γυναῖκες τὰ τῶν πεσόντων ὅπλα λαμβάνουσαι συνηγωνίζοντο τοῖς ἀνδράσιν· ἡ γὰρ ὀξύτης τοῦ κινδύνου καὶ τὸ τῆς ἐνεργείας δεινὸν ἠνάγκαζεν αὐτὰς παρὰ φύσιν τρέπεσθαι πρὸς ἀλκήν. διὸ καὶ τινὲς μὲν αὐτῶν καθοπλισθεῖσαι συνήσπιζον τοῖς ἰδίοις ἀνδράσι, τινὲς δὲ ἄνευ ὅπλων ἐμπίπτουσαι τῶν ἀσπίδων ἐπελαμβάνοντο καὶ πολλὰ τοὺς πολεμίους ἐνεπόδιζον.

τέλος δὲ πάντες μετὰ τῶν γυναικῶν ἀγωνισάμενοι καὶ κατακοπέντες ὑπὸ τοῦ πλήθους τὸν ἔνδοξον θάνατον τῆς ἀγεννοῦς φιλοζωίας ἠλλάξαντο. ὁ δὲ Ἀλέξανδρος τόν τε ἀχρεῖον καὶ ἄνοπλον ὄχλον καὶ τῶν γυναικῶν τὰς ὑπολειφθείσας ἀπάγων τοὺς ἱππεῖς συνεπέστησεν.