Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τούτους τοὺς καιροὺς περιέπεσε πράξει μοχθηρᾷ καὶ τῆς ἰδίας χρηστότητος ἀλλοτρίᾳ. τῶν γὰρ φίλων τις τοῦ βασιλέως ὄνομα Δίμνος, μεμψιμοιρήσας τῷ βασιλεῖ περί τινων καὶ τῷ θυμῷ προπεσών, ἐπιβουλὴν συνεστήσατο κατʼ αὐτοῦ.

ἔχων δʼ ἐρώμενον Νικόμαχον τοῦτον ἔπεισε κοινωνῆσαι τῆς ἐπιβουλῆς. οὗτος δὲ νέος ὢν παντελῶς ἀνεκοινώσατο τὴν πρᾶξιν τῷ ἀδελφῷ Κεβαλίνῳ. ὁ δὲ φοβηθεὶς μὴ φθάσῃ τις τῶν συνειδότων καὶ δηλώσῃ τὴν ἐπιβουλὴν τῷ βασιλεῖ, αὐτὸς ἔκρινε μηνῦσαι.

παρελθὼν οὖν ἐπὶ τὴν αὐτὴν καὶ συντυχὼν Φιλώτᾳ καὶ διαλεχθεὶς παρεκελεύετο τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ τὴν πρᾶξιν. ὁ δὲ Φιλώτας εἴτε καὶ διὰ τὸ κοινωνεῖν τῆς ἐπιβουλῆς εἴτε καὶ διὰ ῥᾳθυμίαν τὸν ῥηθέντα λόγον ἀργῶς ἐδέξατο καὶ παρελθὼν πρὸς τὸν Ἀλέξανδρον καὶ πολλῆς καὶ παντοδαπῆς κοινολογίας μετασχὼν οὐδὲν τῶν ὑπὸ Κεβαλίνου ῥηθέντων ἀπήγγειλεν.

ἐξελθὼν δὲ πρὸς τὸν Κεβαλῖνον εἶπεν ὅτι καιρὸν ἐπιτήδειον οὐκ ἔσχε διασαφῆσαι, ἐπηγγέλλετο δὲ τῇ ὑστεραίᾳ συντεύξεσθαι μόνῳ τῷ βασιλεῖ καὶ πάντα δηλώσειν τὰ ῥηθέντα. τὸ δὲ αὐτὸ πράξαντος τοῦ Φιλώτου καὶ τῇ ὑστεραίᾳ ὁ Κεβαλῖνος, εὐλαβηθεὶς μὴ διʼ ἑτέρου μηνύσεως γενομένης αὐτὸς κινδυνεύσῃ, τὸν μὲν Φιλώταν παρέπεμψε, τῶν τὲ βασιλικῶν τινι παίδων προσελθὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίωσε τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ.

ὁ δὲ τὸν μὲν Κεβαλῖνον εἰς τὴν ὁπλοθήκην εἰσαγαγὼν ἀπέκρυψεν, αὐτὸς δὲ τῷ βασιλεῖ μεταξὺ λουομένῳ προσελθὼν ἀπήγγειλε τὰ ῥηθέντα καὶ διότι τὸν Κεβαλῖνον παρʼ ἑαυτῷ φυλάττει. ὁ δὲ βασιλεὺς καταπλαγεὶς εὐθὺς τόν τε Δίμνον συνέλαβε καὶ μαθὼν ἅπαντα μετεπέμψατο τόν τε Κεβαλῖνον καὶ τὸν Φιλώταν.

ἀνακρινομένων δʼ ἁπάντων καὶ τῆς πράξεως ἐξεταζομένης ὁ μὲν Δίμνος ἑαυτὸν κατέσφαξε, τοῦ δὲ Φιλώτου ῥᾳθυμίαν μὲν ἑαυτοῦ προσομολογήσαντος, τὴν δʼ ἐπιβουλὴν ἀπαρνουμένου τὴν κρίσιν ὑπὲρ τούτου τοῖς Μακεδόσιν ἐπέτρεψεν.