Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀντίπατρος δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων συνδρομὴν τὸν μὲν ἐν τῇ Θρᾴκῃ πόλεμον ὥς ποτʼ ἦν δυνατὸν κατέλυσεν, εἰς δὲ τὴν Πελοπόννησον ἧκε μετὰ πάσης τῆς δυνάμεως. προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμαχούντων Ἑλλήνων στρατιώτας ἤθροισε τοὺς ἅπαντας οὐκ ἐλάττους τῶν τετρακισμυρίων.

γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Ἄγις μαχόμενος ἔπεσεν, οἱ δὲ Λακεδαιμόνιοι πολὺν μὲν ἐκθύμως χρόνον ἀγωνιζόμενοι διεκαρτέρουν, τῶν δὲ συμμάχων βιασθέντων καὶ αὐτοὶ τὴν ἀναχώρησιν εἰς τὴν Σπάρτην ἐποιήσαντο.

ἀνῃρέθησαν δʼ ἐν τῇ μάχῃ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πλείους τῶν πεντακισχιλίων καὶ τριακοσίων, τῶν δὲ μετʼ Ἀντιπάτρου τρισχίλιοι καὶ πεντακόσιοι.

ἴδιον δέ τι συνέβη καὶ περὶ τὴν τοῦ Ἄγιδος τελευτὴν γενέσθαι· ἀγωνισάμενος γὰρ λαμπρῶς καὶ πολλοῖς τραύμασιν ἐναντίοις περιπεσὼν ὑπὸ τῶν στρατιωτῶν εἰς τὴν Σπάρτην ἀπεκομίζετο· περικατάληπτος δὲ γενόμενος καὶ τὰ καθʼ ἑαυτὸν ἀπογνοὺς τοῖς μὲν ἄλλοις στρατιώταις προσέταξεν ἀπιέναι τὴν ταχίστην καὶ διασώζειν αὑτοὺς εἰς τὴν τῆς πατρίδος χρείαν, αὐτὸς δὲ καθοπλισθεὶς καὶ εἰς γόνυ διαναστὰς ἠμύνατο τοὺς πολεμίους καί τινας καταβαλὼν καὶ συνακοντισθεὶς κατέστρεψε τὸν βίον, ἄρξας ἔτη ἐννέα.

ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα κατὰ τὴν Εὐρώπην ἐν μέρει τὰ κατὰ τὴν Ἀσίαν συντελεσθέντα διέξιμεν.