Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ μὲν γὰρ τὸ δεινὸν ἔχοντες ἐν ὀφθαλμοῖς καὶ τὴν ἐκ τῆς ἁλώσεως συμφορὰν ἀναλογιζόμενοι ταῖς ψυχαῖς οὕτω παρέστησαν πρὸς τὸν κίνδυνον ὥστε τοῦ θανάτου καταφρονῆσαι.

τῶν γὰρ Μακεδόνων προσαγόντων πύργους ὑψηλοὺς ἴσους τοῖς τείχεσι καὶ διὰ τούτων τὰς ἐπιβάθρας ἐπιβαλλόντων καὶ θρασέως ταῖς ἐπάλξεσιν ἐπιβαινόντων οἱ μὲν Τύριοι διὰ τὴν ἐπίνοιαν τῶν ὀργανοποιῶν πολλὰ πρὸς τὴν τειχομαχίαν εἶχον βοηθήματα.

χαλκευσάμενοι γὰρ εὐμεγέθεις τριόδοντας παρηγκιστρωμένους τούτοις ἔτυπτον ἐκ χειρὸς τοὺς ἐπὶ τῶν πύργων καθεστῶτας. ἐμπηγνυμένων δὲ εἰς τὰς ἀσπίδας τούτων καὶ κάλους ἐχόντων προσδεδεμένους εἷλκον πρὸς ἑαυτοὺς ἐπιλαμβανόμενοι τῶν κάλων.

ἀναγκαῖον οὖν ἦν ἢ προΐεσθαι τὰ ὅπλα καὶ γυμνουμένους τὰ σώματα κατατιτρώσκεσθαι πολλῶν φερομένων βελῶν ἢ τηροῦντας τὰ ὅπλα διὰ τὴν αἰσχύνην πίπτειν ἀφʼ ὑψηλῶν πύργων καὶ τελευτᾶν.

ἄλλοι δʼ ἁλιευτικὰ δίκτυα τοῖς ἐπὶ τῶν ἐπιβαθρῶν διαμαχομένοις ἐπιρριπτοῦντες καὶ τὰς χεῖρας ἀχρήστους ποιοῦντες κατέσπων καὶ περιεκύλιον ἀπὸ τῆς ἐπιβάθρας ἐπὶ τὴν γῆν.