Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὡς δʼ ἧκόν τινες ἀπαγγέλλοντες τὴν Μέμνονος τελευτήν, ἀπελύθη τῆς πολλῆς ἀγωνίας. μετʼ ὀλίγον δὲ εἰς ἀρρωστίαν βαρυτέραν ἐμπεσὼν καὶ χαλεπῷ πάθει συνεχόμενος συνεκάλεσε τοὺς ἰατρούς.

τῶν μὲν οὖν ἄλλων ἕκαστος δυσχερῶς εἶχε πρὸς τὴν θεραπείαν, Φίλιππος δʼ Ἀκαρνὰν τὸ γένος παραβόλοις καὶ συντόμοις θεραπείαις χρώμενος ἐπηγγείλατο διὰ φαρμακείας λύσειν τὴν νόσον.

ἀσμένως δὲ τοῦ βασιλέως ὑπακούσαντος διὰ τὸ λέγεσθαι Δαρεῖον μετὰ τῆς δυνάμεως ἐκ Βαβυλῶνος ὡρμηκέναι ὁ μὲν ἰατρὸς δοὺς φάρμακον πιεῖν καὶ συνεργὸν λαβὼν τὴν φύσιν τοῦ κάμνοντος καὶ τὴν τύχην εὐθὺς ἀπήλλαξε τῆς νόσου τὸν Ἀλέξανδρον. οὗτος μὲν οὖν παραδόξως ἐκφυγὼν τὸν κίνδυνον καὶ τὸν ἰατρὸν τιμήσας μεγαλοπρεπῶς κατέταξεν αὐτὸν εἰς τοὺς εὐνουστάτους τῶν φίλων.

ἡ δὲ μήτηρ τοῦ βασιλέως ἔγραψε πρὸς τὸν Ἀλέξανδρον τά τε ἄλλα τῶν χρησίμων καὶ διότι φυλάξασθαι προσήκει τὸν Λυγκηστὴν Ἀλέξανδρον. οὗτος δʼ ὢν ἀνδρείᾳ διάφορος καὶ φρονήματος πλήρης καὶ συμπαρακολουθῶν τῷ βασιλεῖ μετὰ τῶν ἄλλων φίλων ἐπιστεύετο.

πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολὴν συλληφθεὶς καὶ δεθεὶς εἰς φυλακὴν παρεδόθη, ὡς τευξόμενος δικαστηρίου. ὁ δὲ Ἀλέξανδρος πυθόμενος τὸν Δαρεῖον ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν Παρμενίωνα μὲν μετὰ τῆς δυνάμεως ἀπέστειλεν προκαταληψόμενον τὰς παρόδους καὶ τὰς ὀνομαζομένας Πύλας· οὗτος δʼ ἐπιβαλὼν τοῖς τόποις καὶ τοὺς προκατειληφότας τὰς δυσχωρίας βαρβάρους βιασάμενος κύριος ἐγένετο τῶν παρόδων.

Δαρεῖος δὲ βουλόμενος εὔζωνον ποιῆσαι τὴν δύναμιν τὰ μὲν σκευοφόρα καὶ τὸν περιττὸν ὄχλον εἰς Δαμασκὸν τῆς Συρίας ἀπέθετο, τὸν δʼ Ἀλέξανδρον πυθόμενος τὰς δυσχωρίας προκατειληφέναι καὶ νομίσας αὐτὸν μὴ τολμᾶν ἐν τῷ πεδίῳ διαγωνίζεσθαι προῆγεν ἐπʼ αὐτὸν σύντομον τὴν ὁδοιπορίαν ποιούμενος.

οἱ δʼ ἐγχώριοι τῆς μὲν τῶν Μακεδόνων ὀλιγότητος καταφρονήσαντες, τὸ δὲ πλῆθος τῆς τῶν Περσῶν στρατιᾶς καταπεπληγμένοι καταλιπόντες τὸν Ἀλέξανδρον προσέθεντο τῷ Δαρείῳ καὶ τάς τε τροφὰς καὶ τὴν ἄλλην παρασκευὴν μετὰ πολλῆς προθυμίας ἐχορήγουν τοῖς Πέρσαις καὶ διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην. ὁ δʼ Ἀλέξανδρος τὴν μὲν Ἰσσὸν πόλιν ἀξιόλογον καταπληξάμενος ἐχειρώσατο·