Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

εὐθὺς οὖν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις καὶ προσέταξεν ἀπαντᾶν εἰς Βαβυλῶνα καὶ τῶν φίλων καὶ τῶν συγγενῶν ἐπελέγετο τοὺς εὐθέτους, ὧν τοῖς μὲν τὰς ἁρμοζούσας ἡγεμονίας κατεμέριζε, τοὺς δὲ μεθʼ αὑτοῦ κινδυνεύειν προσέταττεν.

ὡς δʼ ὁ τῆς στρατείας ἀφωρισμένος χρόνος προσεγένετο, κατήντησαν ἅπαντες εἰς τὴν Βαβυλῶνα. ὁ δʼ ἀριθμὸς ἦν τῶν στρατιωτῶν πεζοὶ μὲν πλείους τῶν τετταράκοντα μυριάδων, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν δέκα μυριάδων. Δαρεῖος μὲν οὖν μετὰ τοσαύτης δυνάμεως ἀναζεύξας ἐκ Βαβυλῶνος προῆγεν ἐπὶ Κιλικίας, ἔχων μεθʼ ἑαυτοῦ τήν τε γυναῖκα καὶ τὰ τέκνα, υἱὸν καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα·

Ἀλέξανδρος δὲ πρὸ μὲν τῆς Μέμνονος τελευτῆς πυνθανόμενος Χῖον καὶ τὰς ἐν Λέσβῳ πόλεις κεχειρῶσθαι, τὴν δὲ Μιτυλήνην κατὰ κράτος ἡλωκυῖαν, πρὸς δὲ τούτοις τὸν Μέμνονα τριακοσίαις τριήρεσι καὶ πεζῇ δυνάμει μέλλοντα στρατεύειν ἐπὶ Μακεδονίαν, τῶν δʼ Ἑλλήνων τοὺς πλείους ἑτοίμους εἶναι πρὸς ἀπόστασιν οὐ μετρίως ἠγωνία,

ὡς δʼ ἧκόν τινες ἀπαγγέλλοντες τὴν Μέμνονος τελευτήν, ἀπελύθη τῆς πολλῆς ἀγωνίας. μετʼ ὀλίγον δὲ εἰς ἀρρωστίαν βαρυτέραν ἐμπεσὼν καὶ χαλεπῷ πάθει συνεχόμενος συνεκάλεσε τοὺς ἰατρούς.

τῶν μὲν οὖν ἄλλων ἕκαστος δυσχερῶς εἶχε πρὸς τὴν θεραπείαν, Φίλιππος δʼ Ἀκαρνὰν τὸ γένος παραβόλοις καὶ συντόμοις θεραπείαις χρώμενος ἐπηγγείλατο διὰ φαρμακείας λύσειν τὴν νόσον.

ἀσμένως δὲ τοῦ βασιλέως ὑπακούσαντος διὰ τὸ λέγεσθαι Δαρεῖον μετὰ τῆς δυνάμεως ἐκ Βαβυλῶνος ὡρμηκέναι ὁ μὲν ἰατρὸς δοὺς φάρμακον πιεῖν καὶ συνεργὸν λαβὼν τὴν φύσιν τοῦ κάμνοντος καὶ τὴν τύχην εὐθὺς ἀπήλλαξε τῆς νόσου τὸν Ἀλέξανδρον. οὗτος μὲν οὖν παραδόξως ἐκφυγὼν τὸν κίνδυνον καὶ τὸν ἰατρὸν τιμήσας μεγαλοπρεπῶς κατέταξεν αὐτὸν εἰς τοὺς εὐνουστάτους τῶν φίλων.