Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῆς γὰρ Λυκίας περὶ τὰς ἐσχατιὰς πέτραν μεγάλην ὀχυρότητι διαφέρουσαν ᾤκουν οἱ Μαρμαρεῖς ὀνομαζόμενοι, οἵτινες παριόντος Ἀλεξάνδρου τὸ χωρίον ἐπέθεντο τοῖς κατὰ τὴν οὐραγίαν Μακεδόσι καὶ συχνοὺς ἀνελόντες πολλὰ τῶν σωμάτων καὶ τῶν ὑποζυγίων ἀφήρπασαν.

ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς συνεστήσατο πολιορκίαν καὶ πᾶσαν εἰσεφέρετο σπουδὴν βίᾳ κρατῆσαι τοῦ χωρίου. οἱ δὲ Μαρμαρεῖς ἀνδρείᾳ διαφέροντες καὶ τῇ τῶν τόπων ἐρυμνότητι πιστεύοντες ὑπέμενον εὐρώστως τὴν πολιορκίαν. ἐπὶ μὲν οὖν ἡμέρας δύο συνεχεῖς ἐγίνοντο προσβολαὶ καὶ φανερὸς ἦν ὁ βασιλεὺς οὐκ ἀποστησόμενος ἕως ἂν ἕλῃ τὴν πέτραν.

οἱ δὲ πρεσβύτεροι τῶν Μαρμαρέων τὸ μὲν πρῶτον συνεβούλευον τοῖς νέοις παυσαμένοις τῆς βίας ἐφʼ οἷς ἦν δυνατὸν συλλυθῆναι πρὸς τὸν βασιλέα· οὐ πειθομένων δʼ αὐτῶν, ἀλλὰ πάντων φιλοτιμουμένων συναποθανεῖν τῇ τῆς πατρίδος ἐλευθερίᾳ παρεκάλεσαν αὐτοὺς τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ἀνελεῖν, αὐτοὺς δὲ τοὺς δυναμένους διὰ τῆς ἀλκῆς σώζεσθαι νυκτὸς διὰ μέσων τῶν πολεμίων διεκπεσεῖν καὶ καταφυγεῖν εἰς τὴν πλησίον ὀρεινήν.

συγκαταθεμένων δὲ τῶν νέων καὶ προσταξάντων κατʼ οἰκίαν ἑκάστους μετὰ τῆς συγγενείας ἀπολαύσαντας τῶν προσηνεστάτων βρωτῶν τε καὶ ποτῶν ὑπομεῖναι τὸ δεινὸν ἔδοξε τοῖς νέοις, οὖσιν ὡς ἑξακοσίοις, τοῦ μὲν φονεύειν τοὺς προσήκοντας ἀποσχέσθαι, τὰς δʼ οἰκίας ἐμπρῆσαι καὶ διὰ τῶν πυλῶν ἐκχυθέντας εἰς τὴν ὀρεινὴν ἀποχωρῆσαι.

οὗτοι μὲν οὖν τὰ δεδογμένα συντελέσαντες ταῖς ἰδίαις ἑστίαις ἑκάστους ἐποίησαν ἐνταφῆναι, αὐτοὶδὲ διὰ μέσων τῶν περιεστρατοπεδευκότων ἔτι νυκτὸς οὔσης διεκπεσόντες ἔφυγον εἰς τὴν πλησίον ὀρεινήν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.