Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα Ἐφιάλτης βουλευομένων τῶν ἡγεμόνων συνεβούλευε μὴ περιμένειν ἕως ἂν ἁλούσης τῆς πόλεως αἰχμάλωτοι καταστῶσιν, ἀλλʼ αὐτοὺς τοὺς ἡγεμόνας προκινδυνεύοντας τῶν μισθοφόρων ἐπιθέσθαι τοῖς πολεμίοις.

ὁ δὲ Μέμνων ὁρῶν τὸν Ἐφιάλτην πρὸς ἀρετὴν ὁρμώμενον καὶ μεγάλας ἔχων ἐλπίδας ἐν αὐτῷ διὰ τὴν ἀνδρείαν καὶ τὴν τοῦ σώματος ῥώμην συνεχώρησεν αὐτῷ πράττειν ὃ βούλοιτο.

ὁ δὲ δισχιλίους τῶν μισθοφόρων ἐπιλέκτους ἀναλαβὼν καὶ τοῖς ἡμίσεσι διαδοὺς δᾷδας ἡμμένας, τοὺς δʼ ἄλλους ἀντιτάξας τοῖς πολεμίοις ἄφνω τὰς πύλας πάσας ἀνεπέτασεν. ἅμα δʼ ἡμέρᾳ μετὰ τούτων ἐκχυθεὶς τοῖς μὲν μηχανήμασιν ἐνῆκε πῦρ καὶ παραχρῆμα πολλὴν συνέβη γενέσθαι φλόγα,

τῶν δʼ ἄλλων ἐν βαθείᾳ φάλαγγι πεπυκνωμένων αὐτὸς προηγεῖτο καὶ τοῖς ἐκβοηθοῦσι Μακεδόσιν ἐπέρραξεν. ὁ δὲ βασιλεὺς κατανοήσας τὸ γινόμενον τοὺς μὲν προμάχους τῶν Μακεδόνων πρώτους ἔταξε, ἐφέδρους δʼ ἔστησε τοὺς ἐπιλέκτους· ἐπὶ δὲ τούτοις τρίτους ἐπέταξεν ἑτέρους τοὺς ταῖς ἀνδραγαθίαις ὑπεράγοντας. αὐτὸς δὲ πρὸ πάντων τούτων ἡγούμενος ὑπέστη τοὺς πολεμίους, δόξαντας διὰ τὸ βάρος ἀκαταγωνίστους εἶναι. ἐξέπεμψε δὲ καὶ τοὺς κατασβέσοντας τὴν φλόγα καὶ βοηθήσοντας ταῖς μηχαναῖς.

ἅμα δὲ παρʼ ἀμφοτέροις τῆς τε βοῆς ἐξαισίου γινομένης καὶ τῶν σαλπίγγων σημαινουσῶν τὸ πολεμικὸν μέγας ἀγὼν συνέστη διὰ τὰς ἀρετὰς τῶν ἀγωνιζομένων καὶ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας. τὸ μὲν οὖν πῦρ ἐκώλυσαν οἱ Μακεδόνες ἐπινεμηθῆναι,

κατὰ δὲ τὴν μάχην ἐπλεονέκτουν οἱ περὶ τὸν Ἐφιάλτην· οὗτος γὰρ πολὺ προέχων τῶν ἄλλων τῇ τοῦ σώματος ῥώμῃ πολλοὺς ἀνῄρει τῶν εἰς χεῖρας ἐρχομένων. οἵ τʼ ἐφεστῶτες ἐπὶ τῷ προσφάτως ἀντικατασκευασθέντι τείχει πολλοὺς ἀνῄρουν πυκνοῖς τοῖς βέλεσι χρώμενοι· ἑκατὸν γὰρ πηχῶν τὸ ὕψος πύργος ξύλινος κατεσκεύαστο, πλήρης καταπελτῶν ὀξυβελῶν.

πολλῶν δὲ Μακεδόνων πιπτόντων καὶ τῶν ἄλλων ἀναχωρούντων διὰ τὸ πλῆθος τῶν βελῶν, τοῦ τε Μέμνονος πολλαπλασίοις στρατιώταις ἐπιβοηθοῦντος καὶ αὐτὸς ὁ βασιλεὺς εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτεν.