Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δʼ Ἀλέξανδρος ἀποδεξάμενος τὴν τοῦ μάντεως πρόρρησιν τῇ μὲν Ἀθηνᾷ λαμπρὰν ἐπετέλεσε θυσίαν καὶ τὸ μὲν ἴδιον ὅπλον ἀνέθηκε τῇ θεῷ, τῶν δʼ ἐν τῷ νεῷ κειμένων ὅπλων τὸ κράτιστον ἀναλαβὼν καὶ τούτῳ καθοπλισθεὶς ἐχρήσατο κατὰ τὴν πρώτην μάχην, ἣν διὰ τῆς ἰδίας ἀνδραγαθίας κρίνας περιβόητον ἔσχε τὴν νίκην. ἀλλὰ ταῦτα μὲν ὕστερον ἡμέραις ὀλίγαις ἐπράχθη.

οἱ δὲ τῶν Περσῶν σατράπαι καὶ στρατηγοὶ τοῦ μὲν κωλῦσαι τῶν Μακεδόνων τὴν διάβασιν ὑστέρησαν, ἀθροισθέντες δʼ ἐβουλεύοντο πῶς χρὴ διαπολεμεῖν τοῖς περὶ Ἀλέξανδρον. Μέμνων μὲν οὖν ὁ Ῥόδιος, διαβεβοημένος ἐπὶ συνέσει στρατηγικῇ, συνεβούλευε κατὰ στόμα μὲν μὴ διακινδυνεύειν, τὴν δὲ χώραν φθείρειν καὶ τῇ σπάνει τῶν ἀναγκαίων εἴργειν τοὺς Μακεδόνας τῆς εἰς τοὔμπροσθεν πορείας, διαβιβάζειν δὲ καὶ δυνάμεις εἰς τὴν Μακεδονίαν ναυτικάς τε καὶ πεζικὰς καὶ τὸν ὅλον πόλεμον εἰς τὴν Εὐρώπην μεταγαγεῖν.

ὁ δʼ ἀνὴρ οὗτος ἄριστα μὲν συνεβούλευεν, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐγενήθη φανερόν, οὐ μὴν ἔπεισε τοὺς ἄλλους ἡγεμόνας, ὡς ἀνάξια συμβουλεύων τῆς Περσῶν μεγαλοψυχίας.

διόπερ ἐπικρατούσης τῆς τοῦ διαγωνίζεσθαι γνώμης οὗτοι μὲν τὰς πανταχόθεν δυνάμεις μεταπεμψάμενοι καὶ πολλαπλάσιοι γενόμενοι τῶν Μακεδόνων προῆγον ἐπὶ Φρυγίας τῆς ἐφʼ Ἑλλησπόντου. κατεστρατοπέδευσαν δὲ παρὰ τὸν Γρανικὸν ποταμόν, προβαλλόμενοι τὸ ῥεῖθρον τοῦ προειρημένου ποταμοῦ.