Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀγησίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πόπλιον καὶ Παπίριον, Ὀλυμπιὰς δʼ ἤχθη τετάρτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Μικίνας Ῥόδιος. κατὰ δὲ τοῦτον τὸν χρόνον ἐξ ἁπάσης σχεδὸν τῆς οἰκουμένης ἧκον πρέσβεις, οἱ μὲν συγχαίροντες ἐπὶ τοῖς κατορθώμασιν, οἱ δὲ στεφανοῦντες, ἄλλοι δὲ φιλίας καὶ συμμαχίας τιθέμενοι, πολλοὶ δὲ δωρεὰς μεγαλοπρεπεῖς κομίζοντες, τινὲς δὲ ὑπὲρ τῶν ἐγκαλουμένων ἀπολογούμενοι.

χωρὶς γὰρ τῶν ἀπὸ τῆς Ἀσίας ἐθνῶν καὶ πόλεων, ἔτι δὲ δυναστῶν πολλοὶ καὶ τῶν ἐκ τῆς Εὐρώπης καὶ Λιβύης κατήντησαν, ἐκ μὲν Λιβύης Καρχηδόνιοι καὶ Λιβυφοίνικες καὶ πάντες οἱ τὴν παράλιον οἰκοῦντες μέχρι τῶν Ἡρακλείων στηλῶν, ἐκ δὲ τῆς Εὐρώπης αἵ τε τῶν Ἑλλήνων πόλεις ἐξέπεμψαν καὶ Μακεδόνες, ἔτι δὲ Ἰλλυριοὶ καὶ τῶν περὶ τὸν Ἀδρίαν οἰκούντων οἱ πλείους, τά τε Θρᾴκια γένη καὶ τῶν πλησιοχώρων Γαλατῶν, ὧν τότε πρῶτον τὸ γένος ἐγνώσθη παρὰ τοῖς Ἕλλησιν.

ὁ δὲ Ἀλέξανδρος ἀπογραφὴν λαβὼν τῶν πρέσβεων διέταξε τοῖς μὲν πρώτοις διδόναι τὰς ἀποκρίσεις καὶ τοῖς ἑξῆς ἅπασι. καὶ πρώτοις μὲν ἐχρημάτισε τοῖς ὑπὲρ τῶν ἱερῶν παραγεγενημένοις, δευτέροις δὲ τοῖς περὶ τῶν δωρεῶν ἥκουσιν, ἑξῆς δὲ τοῖς ἀμφισβητήσεις ἔχουσι πρὸς τοὺς ὁμόρους, τετάρτοις δὲ τοῖς περὶ τῶν ἰδιωτικῶν ἥκουσι, πέμπτοις δὲ τοῖς ἀντιλέγουσι περὶ τῆς καθόδου τῶν φυγάδων.

τοῖς μὲν οὖν Ἠλείοις πρώτοις ἐχρημάτισεν, εἶτα Ἀμμωνιεῦσι καὶ Δελφοῖς καὶ Κορινθίοις, ἔτι δὲ Ἐπιδαυρίοις καὶ τοῖς ἄλλοις, κατὰ τὴν δόξαν τῶν ἱερῶν προκρίνων τὰς ἐντεύξεις. πάσαις δὲ ταῖς πρεσβείαις φιλοτιμηθεὶς κεχαρισμένας δοῦναι τὰς ἀποκρίσεις εὐαρεστουμένας ἀπέλυσε κατὰ τὸ δυνατόν.