Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Ἀλέξανδρος τῶν Ὀλυμπίων ὄντων ἐκήρυξεν ἐν Ὀλυμπίᾳ τοὺς φυγάδας πάντας εἰς τὰς πατρίδας κατιέναι πλὴν τῶν ἱεροσύλων καὶ φονέων. αὐτὸς δʼ ἐπιλέξας τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἀπέλυσε τῆς στρατείας, ὄντας ὡς μυρίους.

πυνθανόμενος δὲ πολλοὺς αὐτῶν εἶναι καταδανείους ἐν ἡμέρᾳ μιᾷ τὰ δάνεια βραχὺ λείποντα τῶν μυρίων ταλάντων διέλυσεν. τῶν δʼ ἀπολειπομένων Μακεδόνων ἀπειθούντων καὶ κατὰ τὴν ἐκκλησίαν καταβοώντων παροξυνθεὶς κατηγόρησεν αὐτῶν τεθαρρηκότως. καταπληξάμενος δὲ τὸ πλῆθος ἐτόλμησεν αὐτὸς καταβὰς ἀπὸ τοῦ βήματος τοὺς αἰτιωτάτους τῆς ταραχῆς ταῖς ἰδίαις χερσὶ παραδοῦναι τοῖς ὑπηρέταις πρὸς τὴν τιμωρίαν.

ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξανομένης ὁ μὲν βασιλεὺς ἐκ τῶν ἐκλελεγμένων Περσῶν ἡγεμόνας κατέστησε καὶ τούτους προῆγεν ἐπὶ τὸ πρωτεῖον· οἱ δὲ Μακεδόνες μετανοήσαντες καὶ πολλὰ μετὰ δακρύων δεηθέντες μόγις ἔπεισαν τὸν Ἀλέξανδρον αὐτοῖς διαλλαγῆναι.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντικλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κορνήλιον καὶ Κόιντον Ποπίλλιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος εἰς τὸν τῶν ἀπολελυμένων ἀριθμὸν ἀνεπλήρωσεν ἐκ τῶν Περσῶν καὶ χιλίους αὐτῶν εἰς τοὺς περὶ τὴν αὐλὴν ἔταξεν ὑπασπιστὰς καὶ τὸ σύνολον οὐχ ἥττους εἰς πίστιν τῶν Μακεδόνων ὑπέλαβεν.

ἧκεν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Πευκέστης ἄγων Πέρσας τοξότας καὶ σφενδονήτας δισμυρίους· καταμίξας δὲ τούτους τοῖς προϋπάρχουσι στρατιώταις τῇ καινότητι τῆς καινοτομίας κατεσκεύασε τὴν ὅλην δύναμιν κεκραμένην καὶ ἁρμόζουσαν τῇ ἰδίᾳ προαιρέσει.

τῶν δὲ Μακεδόνων ἐκ τῶν αἰχμαλωτίδων γεγεννηκότων υἱοὺς τὸν ἀριθμὸν τῶν παίδων ἀκριβῶς ἐσκέψατο, ὄντων δʼ αὐτῶν σχεδὸν μυρίων ἅπασι τὰς ἁρμοζούσας πρὸς τροφὴν ἐλευθέριον συντάξεις ἀπομερίσας τούτοις μὲν παιδευτὰς ἐπέστησε τοὺς διδάξοντας τὴν ἁρμόζουσαν παιδείαν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐκ τῶν Σούσων καὶ διαβὰς τὸν Τίγριν ἐν ταῖς Κάραις καλουμέναις κώμαις κατεστρατοπέδευσεν.

ἑξῆς δʼ ἐν ἡμέραις τέτταρσι τὴν Σιττακινὴν διανύσας ἧκεν εἰς τὰ καλούμενα Σάμβανα. ἐνταῦθα δὲ μείνας ἡμέρας ἑπτὰ καὶ προσαναλαβὼν τὴν δύναμιν τριταῖος εἰς τοὺς Κέλωνας προσαγορευομένους ἧκεν, ἐν ᾧ μέχρι νῦν διαμένει γένος Βοιώτιον, κατὰ μὲν τὴν Ξέρξου στρατείαν ἀνάστατον γεγονός, μεμνημένον δʼ ἔτι τῶν πατρίων νόμων·

ὄντες γὰρ οὗτοι δίφωνοι τῇ μὲν ἑτέρᾳ διαλέκτῳ ἐξωμοιώθησαν τοῖς ἐγχωρίοις, τῇ δʼ ἑτέρᾳ πλείστας τῶν Ἑλληνικῶν λέξεων διετήρουν καὶ τῶν ἐπιτηδευμάτων ἔνια διεφύλαττον. τέλος δὲ προσμείνας ἡμέρας ἀνέζευξε καὶ παρεγκλίνας τὴν ὑποκειμένην ὁδὸν θέας ἕνεκεν ἦλθεν εἰς τὴν ὀνομαζομένην Βαγιστάνην, θεοπρεπεστάτην τε χώραν οὖσαν καὶ πλήρη καρπίμων δένδρων καὶ τῶν ἄλλων ἁπάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων.