Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις παραδόξους νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπʼ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δʼ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης. τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι·

ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.

ὁ δὲ βασιλεὺς περὶ τούτων διακούσας τοῖς μὲν ἡγουμένοις τοῦ στόλου παρήγγειλεν ἐπὶ τὸν Εὐφράτην καταπλεῦσαι, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πολλὴν χώραν διελθὼν συνῆψε τοῖς Σουσιανοῖς ὅροις. περὶ δὲ τοὺς καιροὺς τούτους Κάρανος ὁ Ἰνδός, ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ τιμώμενος ὑπʼ Ἀλεξάνδρου, παράδοξον ἐποιήσατο τὴν τοῦ βίου καταστροφήν.

βεβιωκὼς γὰρ ἔτη τρία πρὸς τοῖς ἑβδομήκοντα καὶ πάντα τὸν χρόνον ἀπείρατος γεγονὼς ἀρρωστίας ἔκρινεν ἑαυτὸν ἐκ τοῦ ζῆν μεταστῆσαι ὡς τὸ τέλειον τῆς εὐδαιμονίας παρά τε τῆς φύσεως καὶ τῆς τύχης ἀπειληφώς.

καταπειραθεὶς δʼ ὑπʼ ἀρρωστίας καὶ καθʼ ἡμέραν αἰεὶ μᾶλλον βαρυνόμενος ἠξίωσε τὸν βασιλέα πυρὰν αὐτῷ μεγάλην κατασκευάσαι καὶ προσαναβάντος ἐπὶ ταύτην αὐτοῦ προστάξαι τοῖς ὑπηρέταις πῦρ ἐνεῖναι.

ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον αὐτὸν ἀποτρέπειν ἐπειρᾶτο ταύτης τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουσεν, ὡμολόγησε συντελέσειν περὶ ὧν ἠξιωκὼς ἦν. διαγγελθείσης δὲ τῆς πράξεως ἡ μὲν πυρὰ κατεσκευάσθη, τὸ δὲ πλῆθος κατήντησεν ἐπὶ τὴν παράδοξον θέαν.

ὁ δὲ Κάρανος ἀκολουθήσας τοῖς ἰδίοις δόγμασι τεθαρρηκότως ἐπέστη τῇ πυρᾷ καὶ μετὰ ταύτης καταφλεχθεὶς ἐτελεύτησεν. τῶν δὲ παρόντων οἱ μὲν μανίαν αὐτοῦ κατέγνωσαν, οἱ δὲ κενοδοξίαν ἐπὶ καρτερίᾳ, τινὲς δὲ τὴν εὐψυχίαν καὶ τὴν τοῦ θανάτου καταφρόνησιν ἐθαύμασαν.

ὁ δὲ βασιλεὺς τοῦτον μὲν ἔθαψε πολυτελῶς, αὐτὸς δὲ παρελθὼν εἰς Σοῦσα τὴν μὲν πρεσβυτέραν τῶν Δαρείου θυγατέρων Στάτειραν ἔγημεν, τὴν δὲ νεωτέραν Ἡφαιστίωνι συνῴκισε Δρυπῆτιν. ἔπεισε δὲ καὶ τοὺς ἐπιφανεστάτους τῶν φίλων γῆμαι καὶ συνῴκισεν αὐτοῖς τὰς εὐγενεστάτας παρθένους Περσίδας.