Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατʼ ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ ἡ τῶν Ἀθηναίων.

ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ.

ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος ὁ τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, ὁ μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτʼ ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα·

  1. φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον
  2. καὶ μεγάλων πεδίων ἀρούρας,
  3. φρονεῖθʼ ὑπερβαλλόμενοι
  4. δόμων δόμους, ἀφροσύνᾳ
  5. πρόσω βιοτὰν τεκμαιρόμενοι.
  6. ὁ δʼ ἀμφιβάλλει ταχύπουν
  7. κέλευθον ἕρπων σκοτίαν,
  8. ἄφνω δʼ ἄφαντος προσέβα
  9. μακρὰς ἀφαιρούμενος ἐλπίδας
  10. θνατῶν πολύμοχθος Ἅιδας
anon. fr. 127 (Nauck)καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν.

ὁ δὲ Φίλιππος ἡσθεὶς ἐπὶ τοῖς ἀπηγγελμένοις ὅλως ἦν καὶ τελείως φερόμενος τῇ διανοίᾳ πρὸς τὴν τοῦ Περσῶν βασιλέως καταστροφήν, ἅμα δὲ καὶ τὸν πυθόχρηστον χρησμὸν ἀνελογίζετο, παραπλησίαν ἔχοντα διάνοιαν τοῖς ὑπὸ τοῦ τραγῳδοῦ ῥηθεῖσι.

τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δʼ ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτου θαυμαστῶς κεκοσμημένα· σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.