Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Σικελίαν Τιμολέων ὁ Κορίνθιος ἅπαντα τοῖς Συρακοσίοις καὶ τοῖς Σικελιώταις κατωρθωκὼς ἐτελεύτησε, στρατηγήσας ἔτη ὀκτώ. οἱ δὲ Συρακόσιοι μεγάλως ἀποδεδεγμένοι τὸν ἄνδρα διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν μεγαλοπρεπῶς ἔθαψαν αὐτὸν καὶ κατὰ τὴν ἐκφορὰν ἀθροισθέντος τοῦ πλήθους τόδε τὸ ψήφισμα ἀνηγόρευσεν ὁ Δημήτριος ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων· ἐψήφισται ὁ δᾶμος τῶν Συρακοσίων Τιμολέοντα Τιμαινέτου Κορίνθιον τόνδε θάπτειν μὲν ἀπὸ διακοσιᾶν μνᾶν, τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσσι μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τᾶς ἐλευθερίας τοῖς Σικελιώταις.

περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀριοβαρζάνης μὲν ἐτελεύτησεν βασιλεύσας ἔτη εἴκοσι καὶ ἕξ, τὴν δὲ βασιλείαν διαδεξάμενος Μιθριδάτης ἦρξεν ἔτη πέντε πρὸς τοῖς τριάκοντα. Ῥωμαῖοι δὲ πρὸς Λατίνους καὶ Καμπανοὺς παραταξάμενοι περὶ πόλιν Σούεσσαν ἐνίκησαν καὶ τῶν ἡττηθέντων μέρος τῆς χώρας ἀφείλοντο. ὁ δὲ κατωρθωκὼς τὴν μάχην Μάλλιος ὁ ὕπατος ἐθριάμβευσεν.