Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δʼ ἡμέρᾳ τῶν δυνάμεων ἐκταττομένων ὁ μὲν βασιλεὺς τὸν υἱὸν Ἀλέξανδρον, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, διάδηλον δὲ τὴν ἀνδρείαν καὶ τὴν ὀξύτητα τῆς ἐνεργείας ἔχοντα, κατέστησεν ἐπὶ θάτερον τῶν κεράτων, παρακαταστήσας αὐτῷ τῶν ἡγεμόνων τοὺς ἀξιολογωτάτους· αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων μεθʼ ἑαυτοῦ τὴν ἡγεμονίαν εἶχε τοῦ ἑτέρου μέρους καὶ τὰς κατὰ μέρος τάξεις οἰκείως τοῖς παροῦσι καιροῖς διεκόσμησεν.

οἱ δʼ Ἀθηναῖοι κατʼ ἔθνος τὴν διαίρεσιν τῆς τάξεως ποιησάμενοι τοῖς μὲν Βοιωτοῖς τὸ ἕτερον μέρος παρέδωκαν, αὐτοὶ δὲ τοῦ λοιποῦ τὴν ἡγεμονίαν εἶχον. γενομένης δὲ μάχης καρτερᾶς ἐπὶ πολὺν χρόνον καὶ πολλῶν πιπτόντων παρʼ ἀμφοτέροις μέχρι μέν τινος ὁ ἀγὼν ἀμφιδοξουμένας εἶχε τὰς ἐλπίδας τῆς νίκης.

μετὰ δὲ ταῦτα τοῦ Ἀλεξάνδρου φιλοτιμουμένου τῷ πατρὶ τὴν ἰδίαν ἀνδραγαθίαν ἐνδείξασθαι καὶ φιλοτιμίας ὑπερβολὴν οὐκ ἀπολείποντος, ὁμοίως δὲ καὶ πολλῶν αὐτῷ συναγωνιζομένων ἀνδρῶν ἀγαθῶν πρῶτος τὸ συνεχὲς τῆς τῶν πολεμίων τάξεως ἔρρηξε καὶ πολλοὺς καταβαλὼν κατεπόνει τοὺς καθʼ αὑτὸν τεταγμένους.

τὸ δʼ αὐτὸ καὶ τῶν παραστατῶν αὐτῷ ποιησάντων τὸ συνεχὲς αἰεὶ τῆς τάξεως παρερρήγνυτο. πολλῶν δὲ σωρευομένων νεκρῶν οἱ περὶ τὸν Ἀλέξανδρον πρῶτοι βιασάμενοι τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο. μετὰ δὲ ταῦτα καὶ ὁ βασιλεὺς αὐτὸς προκινδυνεύων καὶ τῆς νίκης τὴν ἐπιγραφὴν οὐδʼ αὐτῷ παραχωρῶν Ἀλεξάνδρῳ τὸ μὲν πρῶτον ἐξέωσε τῇ βίᾳ τοὺς ἀντιτεταγμένους, ἔπειτα δὲ καὶ φεύγειν συναναγκάσας αἴτιος ἐγένετο τῆς νίκης.

τῶν δʼ Ἀθηναίων ἔπεσον μὲν ἐν τῇ μάχῃ πλείους τῶν χιλίων, ἥλωσαν δʼ οὐκ ἐλάττους τῶν δισχιλίων.

ὁμοίως δὲ καὶ τῶν Βοιωτῶν πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν. μετὰ δὲ τὴν μάχην ὁ Φίλιππος τρόπαιον στήσας καὶ τοὺς νεκροὺς εἰς ταφὴν συγχωρήσας ἐπινίκια τοῖς θεοῖς ἔθυσε καὶ τοὺς ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν.