Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δὲ δήμου τὸν λόγον ἀποδεξαμένου καὶ τοῦ περὶ τῆς πρεσβείας ψηφίσματος ὑπὸ Δημοσθένους γραφέντος ὁ μὲν δῆμος ἐζήτει τὸν δυνατώτατον εἰπεῖν· ὁ δὲ Δημοσθένης ὑπήκουσε προθύμως πρὸς τὴν χρείαν. τέλος δʼ ὀξέως πρεσβεύσας καὶ πείσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. ὁ δὲ δῆμος τῇ τῶν Βοιωτῶν συμμαχίᾳ διπλασάσας τὴν προϋπάρχουσαν δύναμιν ἀνεθάρρησε ταῖς ἐλπίσιν.

εὐθὺ δὲ καὶ στρατηγοὺς κατέστησε τοὺς περὶ Χάρητα καὶ Λυσικλέα καὶ πανδημεὶ μετὰ τῶν ὅπλων ἐξέπεμψε τοὺς στρατιώτας εἰς τὴν Βοιωτίαν. τῶν δὲ νέων ἁπάντων προθύμως εἰς τὸν ἀγῶνα καταντώντων οὗτοι μὲν κατὰ σπουδὴν ὁδοιπορήσαντες ἧκον εἰς Χαιρώνειαν τῆς Βοιωτίας· οἱ δὲ Βοιωτοὶ θαυμάσαντες τὴν ὀξύτητα τῆς τῶν Ἀθηναίων παρουσίας καὶ αὐτοὶ σπουδῆς οὐδὲν ἐλλείποντες ἀπήντησαν μετὰ τῶν ὅπλων καὶ κοινῇ στρατοπεδεύσαντες ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.

Φίλιππος δὲ τὸ μὲν πρῶτον ἐξέπεμψεν ἐπὶ τὸ κοινὸν τῶν Βοιωτῶν πρέσβεις, ὧν ἦν ἐπιφανέστατος Πύθων. οὗτος γὰρ διαβεβοημένος ἐπὶ τῇ τοῦ λόγου δεινότητι καὶ συγκριθεὶς παρὰ τοῖς Βοιωτοῖς κατὰ τὴν περὶ τῆς συμμαχίας δημηγορίαν πρὸς Δημοσθένην τῶν μὲν ἄλλων ἐπρώτευσεν, τούτου δὲ ἐφάνη καταδεέστερος.

καὶ ὁ Δημοσθένης δὲ αὐτὸς ὡς μέγα τι κατειργασμένος ἐν τοῖς συγγεγραμμένοις ὑπʼ αὐτοῦ λόγοις συμνύνεται τῇ πρὸς τὸν ῥήτορα τοῦτον δημηγορίᾳ ἐν οἷς λέγει

τότʼ ἐγὼ μὲν τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθʼ ὑμῶν οὐχ ὑπεχώρησα.
Dem. 18.136

μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀποτυχὼν τῆς τῶν Βοιωτῶν συμμαχίας οὐδὲν ἧττον ἔκρινε πρὸς ἀμφοτέρους διαγωνίσασθαι· διὸ καὶ προσαναμείνας τοὺς ἀφυστεροῦντας τῶν συμμάχων ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δὲ οὐκ ἔλαττον τῶν δισχιλίων.

ἀμφοτέρων δὲ πρὸς τὴν μάχην εὐτρεπῶν γενομένων τοῖς μὲν φρονήμασι καὶ ταῖς προθυμίαις, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθειστήκεισαν, τῷ δὲ πλήθει καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀρετῇ προεῖχεν ὁ βασιλεύς.

πολλὰς γὰρ καὶ ποικίλας παρατάξεις ἠγωνισμένος καὶ ἐν ταῖς πλείσταις μάχαις νενικηκὼς μεγάλην εἶχεν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων. παρὰ δὲ τοῖς Ἀθηναίοις οἱ μὲν ἀγαθώτατοι τῶν στρατηγῶν ἐτετελευτήκεισαν, Ἰφικράτης καὶ Χαβρίας, ἔτι δὲ Τιμόθεος, τῶν δʼ ὑπολελειμμένων Χάρης πρωτεύων οὐδὲν διέφερε τῶν τυχόντων ἰδιωτῶν κατὰ τὴν ἐν τῷ στρατηγεῖν ἐνέργειαν καὶ βουλήν.