Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ μισθοφόρων ἀσμένως τοὺς λόγους δεχομένων καὶ νεωτερίζειν ἐπιχειρούντων μόγις πολλὰ δεηθεὶς αὐτῶν ὁ Τιμολέων καὶ δωρεὰς ἐπαγγελλόμενος κατέπαυσε τὴν ταραχήν. ὅμως δὲ τῷ Θρασίῳ χιλίων συνακολουθησάντων τὴν μὲν τούτων κόλασιν εἰς ἕτερον ἀνεβάλετο καιρόν, γράψας δὲ πρὸς τοὺς ἐν Συρακούσσαις φίλους προσδέξασθαι αὐτοὺς φιλοφρόνως καὶ τοὺς μισθοὺς ἀποδοῦναι τὴν μὲν ταραχὴν πᾶσαν εἰς τέλος κατέσβεσε, τῶν δʼ ἀπειθησάντων ἀφείλατο τὴν ἐκ τῆς νίκης εὐδοξίαν.

αὐτὸς δὲ τοὺς ἄλλους ταῖς φιλανθρώποις ἐντεύξεσιν εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστήσας προῆγεν ἐπὶ τοὺς πολεμίους οὐ μακρὰν στρατοπεδεύοντας. συναγαγὼν δʼ εἰς τὴν ἐκκλησίαν τοὺς στρατιώτας καὶ διὰ τῶν λόγων θάρσος παραστήσας τοῖς πλήθεσι διῆλθε μὲν τὴν τῶν Φοινίκων ἀνανδρίαν, ὑπέμνησε δὲ τῆς Γέλωνος εὐημερίας.

πάντων δὲ καθάπερ τινὶ μιᾷ φωνῇ βοώντων ἐπιθέσθαι τοῖς βαρβάροις καὶ κατάρχεσθαι τῆς μάχης, κατὰ τύχην ὑποζυγίων σέλινα κομιζόντων εἰς τὰς στιβάδας ὁ Τιμολέων ἔφη δέχεσθαι τὸν οἰωνὸν τῆς νίκης· τὸν γὰρ Ἰσθμιακὸν στέφανον ἐκ σελίνου συνίστασθαι.

οἱ δὲ στρατιῶται παραγγείλαντος τοῦ Τιμολέοντος ἐκ τῶν σελίνων πλέξαντες στεφάνους καὶ ταῖς κεφαλαῖς περιθέντες προῆγον μετὰ χαρᾶς, ὡς τῶν θεῶν προσημαινόντων αὐτοῖς τὴν νίκην· ὅπερ καὶ συνέβη γενέσθαι·

περιεγένοντο γὰρ ἀνελπίστως τῶν πολεμίων οὐ μόνον διὰ τὰς ἰδίας ἀνδραγαθίας, ἀλλὰ καὶ διὰ τὴν τῶν θεῶν συνεργίαν. ὁ μὲν γὰρ Τιμολέων ἐκτάξας τὴν δύναμιν κατέβαινεν ἀπό τινων λόφων ἐπὶ τὸν Κρίμισον ποταμὸν καὶ μυρίων ἤδη διαβεβηκότων ἐξ ἐφόδου τούτοις ἐπέρραξε, τεταγμένος αὐτὸς ἐπὶ μέσης τῆς φάλαγγος.

γενομένης δὲ μάχης καρτερᾶς καὶ τῶν Ἑλλήνων ὑπερεχόντων ταῖς τε ἀρεταῖς καὶ ταῖς εὐχειρίαις πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων. ἤδη δὲ φευγόντων τῶν διαβεβηκότων ἡ πᾶσα δύναμις τῶν Καρχηδονίων περαιωθεῖσα τὸ ῥεῖθρον διωρθώσατο τὴν τῶν ἰδίων ἧτταν.