Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικομάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Τίτον Μάλλιον Τορκουᾶτον. ἐπὶ δὲ τούτων Φωκίων μὲν ὁ Ἀθηναῖος κατεπολέμησε Κλείταρχον τὸν Ἐρετρίας τύραννον καθεσταμένον ὑπὸ Φιλίππου.

κατὰ δὲ τὴν Καρίαν Πιζώδαρος ὁ νεώτερος τῶν ἀδελφῶν ἐξέβαλεν ἐκ τῆς δυναστείας Ἄδαν καὶ ἐδυνάστευσεν ἔτη πέντε ἕως ἐπὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. Φίλιππος δὲ ἀεὶ μᾶλλον αὐξόμενος ἐπὶ τὴν Πέρινθον ἐστράτευσεν, ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν. συστησάμενος δὲ πολιορκίαν καὶ μηχανὰς προσάγων τῇ πόλει καθʼ ἡμέραν ἐκ διαδοχῆς προσέβαλλεν τοῖς τείχεσιν.

ὀγδοηκονταπήχεις δὲ πύργους κατασκευάσας, ὑπεραίροντας πολὺ τῶν κατὰ τὴν Πέρινθον πύργων, ἐξ ὑπεροχῆς κατεπόνει τοὺς πολιορκουμένους· ὁμοίως δὲ καὶ διὰ τῶν κριῶν σαλεύων τὰ τείχη καὶ διὰ τῆς μεταλλείας ὑπορύττων ἐπὶ πολὺ μέρος τὸ τεῖχος κατέβαλεν. ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων ἀγῶνες θαυμαστοὶ καὶ τειχομαχίαι συνίσταντο.

μεγάλης δὲ φιλοτιμίας ἐξ ἀμφοτέρων συνισταμένης ὁ μὲν βασιλεὺς πολλοὺς ἔχων καὶ παντοδαποὺς ὀξυβελεῖς διὰ τούτων τοὺς ἐπὶ τῶν ἐπάλξεων διαγωνιζομένους διέφθειρεν, οἱ δὲ Περίνθιοι πολλοὺς καθʼ ἡμέραν ἀποβάλλοντες συμμαχίαν καὶ βέλη καὶ καταπέλτας παρὰ τῶν Βυζαντίων προσελάβοντο.

ἐξισωθέντες οὖν πάλιν τοῖς πολεμίοις ἀνεθάρρησαν καὶ τετολμηκότως τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑπέμενον. οὐ μὴν ὁ βασιλεὺς ἔληγε τῆς φιλοτιμίας, ἀλλὰ διελόμενος τὰς δυνάμεις εἰς πλείω μέρη συνεχῶς ἐκ διαδοχῆς ἐτειχομάχει καὶ καθʼ ἡμέραν καὶ νύκτωρ. τρισμυρίους δʼ ἔχων στρατιώτας καὶ βελῶν καὶ μηχανῶν πολιορκητικῶν πλῆθος, ἔτι δὲ τὰς ἄλλας μηχανὰς ἀνυπερβλήτους κατεπόνει τοὺς πολιορκουμένους.