Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δὲ Διονυσίου κυριεύοντος τῶν Συρακουσσῶν Ἱκέτας ἔχων περὶ ἑαυτὸν ἀξιόλογον δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Συρακούσσας καὶ τὸ μὲν πρῶτον χάρακα βαλόμενος περὶ τὸ Ὀλυμπιεῖον διεπολέμει τῷ κρατοῦντι τῆς πόλεως τυράννῳ,

χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν ἐπιτηδείων ἐκλιπόντων ὁ μὲν Ἱκέτας ἀνέζευξεν εἰς Λεοντίνους (ἐκ ταύτης γὰρ ὡρμᾶτο τῆς πόλεως)· ὁ δὲ Διονύσιος ἐπακολουθήσας αὐτοῖς καὶ καταλαβὼν τὴν οὐραγίαν συνεστήσατο μάχην.

ὁ δʼ Ἱκέτας ἐπιστρέψας ἐπὶ τὸν Διονύσιον συνῆψε μάχην καὶ πλείους τῶν τρισχιλίων μισθοφόρων ἀνελὼν τοὺς λοιποὺς φυγεῖν ἠνάγκασεν. ὀξεῖ δὲ τῷ διωγμῷ χρησάμενος καὶ συνεισπεσὼν τοῖς φεύγουσιν εἰς τὴν πόλιν ἐκράτησε τῶν Συρακουσσῶν πλὴν τῆς Νήσου. καὶ τὰ μὲν περὶ τὸν Ἱκέταν καὶ Διονύσιον ἐν τούτοις ἦν.

Τιμολέων δὲ μετὰ τὴν κατάληψιν τῶν Συρακουσσῶν τρισὶν ἡμέραις ὕστερον κατέπλευσεν εἰς τὸ Ῥήγιον καὶ καθωρμίσθη πλησίον τῆς πόλεως.