Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀρχίδαμος μὲν οὖν ἐβασίλευσε τῶν Λακεδαιμονίων ἔτη τρία πρὸς τοῖς εἴκοσι, τὴν δʼ ἀρχὴν διαδεξάμενος Ἆγις ὁ υἱὸς ἐβασίλευσεν ἔτη δεκαπέντε. ἔπειτα οἱ μὲν Ἀρχιδάμου μισθοφόροι μετεσχηκότες τῆς τοῦ μαντείου συλήσεως ὑπὸ τῶν Λευκανῶν κατηκοντίσθησαν, ὁ δὲ Φάλαικος ἐκπεσὼν ἐκ τῆς Λύκτου Κυδωνίαν πολιορκεῖν ἐπεχείρησεν.

κατασκευάσαντος δὲ αὐτοῦ μηχανὰς πολιορκητικὰς καὶ προσάγοντος τῇ πόλει, κεραυνῶν πεσόντων αὗται μὲν ὑπὸ τοῦ θείου πυρὸς κατεφλέχθησαν, τῶν δὲ μισθοφόρων πολλοὶ παραβοηθοῦντες ταῖς μηχαναῖς ὑπὸ τοῦ πυρὸς διεφθάρησαν· ἐν οἷς ἦν καὶ ὁ στρατηγὸς Φάλαικος.

ἔνιοι δέ φασιν αὐτὸν προσκόψαντά τινι τῶν μισθοφόρων ὑπὸ τούτου σφαγῆναι. οἱ δὲ περιλειφθέντες τῶν μισθοφόρων ἀναληφθέντες ὑπὸ Ἠλείων φυγάδων εἰς τὴν Πελοπόννησον ἐκομίσθησαν καὶ μετὰ τούτων ἐπολέμουν πρὸς Ἠλείους.