Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πολλῆς γὰρ οὔσης στιβάδος περὶ τὸν νεὼ καὶ πυρὸς ἐν ταῖς σκηναῖς τῶν πεφευγότων ἀπολελειμμένου συνέβη τῆς στιβάδος ἐκκαυθείσης τοσαύτην ἐξαφθῆναι φλόγα παραδόξως ὥστε τὸν ναὸν καὶ τοὺς καταπεφευγότας εἰς αὐτὸν Φωκεῖς ζῶντας καταφλεχθῆναι. τοῖς γὰρ ἱεροσύλοις ἔδοξε τὸ θεῖον μὴ διδόναι τὴν ἐκ τῆς ἱκεσίας συγχωρουμένην ἀσφάλειαν.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον. ἐπὶ δὲ τούτων ὁ Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον. Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα.

Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας ὁ Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως. καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον· ὁ δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων.

γενομένης δʼ ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.

ὁ δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν. ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν ἐπιτρέψαι.