Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκιον Γάιον καὶ ΠόπλιονΟὐαλέριον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁρῶν μεγάλας ἑαυτῷ παρεσχημένον χρείας ἐν τῷ πρὸς Αἰγυπτίους πολέμῳ Μέντορα τὸν στρατηγὸν προῆγεν αὐτὸν μάλιστα τῶν φίλων.

τιμήσας δʼ ἀριστείοις τὸν ἄνδρα ἐδωρήσατο αὐτῷ ἀργυρίου μὲν ἑκατὸν τάλαντα, τῆς δʼ ἄλλης πολυτελοῦς κατασκευῆς τὴν κρατίστην· ἀπέδειξε δὲ σατράπην τῆς κατὰ τὴν Ἀσίαν παραλίας καὶ τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον ἐπέτρεψεν, αὐτοκράτορα στρατηγὸν ἀποδείξας.

ὁ δὲ Μέντωρ ἔχων οἰκειότητα πρὸς Ἀρτάβαζον καὶ Μέμνονα τοὺς διαπεπολεμηκότας μὲν πρὸς Πέρσας ἐν τοῖς ἐπάνω χρόνοις, τότε δὲ πεφευγότας ἐκ τῆς Ἀσίας καὶ διατρίβοντας παρὰ Φιλίππῳ, δεηθεὶς τοῦ βασιλέως ἔπεισεν αὐτὸν ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων. εὐθὺς δὲ καὶ μετεπέμψατο πρὸς ἑαυτὸν ἀμφοτέρους μεθʼ ὅλης τῆς συγγενείας·