Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκιον Γάιον καὶ ΠόπλιονΟὐαλέριον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁρῶν μεγάλας ἑαυτῷ παρεσχημένον χρείας ἐν τῷ πρὸς Αἰγυπτίους πολέμῳ Μέντορα τὸν στρατηγὸν προῆγεν αὐτὸν μάλιστα τῶν φίλων.

τιμήσας δʼ ἀριστείοις τὸν ἄνδρα ἐδωρήσατο αὐτῷ ἀργυρίου μὲν ἑκατὸν τάλαντα, τῆς δʼ ἄλλης πολυτελοῦς κατασκευῆς τὴν κρατίστην· ἀπέδειξε δὲ σατράπην τῆς κατὰ τὴν Ἀσίαν παραλίας καὶ τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον ἐπέτρεψεν, αὐτοκράτορα στρατηγὸν ἀποδείξας.

ὁ δὲ Μέντωρ ἔχων οἰκειότητα πρὸς Ἀρτάβαζον καὶ Μέμνονα τοὺς διαπεπολεμηκότας μὲν πρὸς Πέρσας ἐν τοῖς ἐπάνω χρόνοις, τότε δὲ πεφευγότας ἐκ τῆς Ἀσίας καὶ διατρίβοντας παρὰ Φιλίππῳ, δεηθεὶς τοῦ βασιλέως ἔπεισεν αὐτὸν ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων. εὐθὺς δὲ καὶ μετεπέμψατο πρὸς ἑαυτὸν ἀμφοτέρους μεθʼ ὅλης τῆς συγγενείας·

ἦσαν γὰρ Ἀρταβάζῳ γεγονότες ἐκ τῆς Μέντορος καὶ Μέμνονος ἀδελφῆς υἱοὶ μὲν ἕνδεκα, θυγατέρες δὲ δέκα. ψυχαγωγούμενος δʼ ἐπὶ τῷ πλήθει τῶν τέκνων ὁ Μέντωρ προῆγε τοὺς παῖδας, παραδιδοὺς αὐτοῖς τὰς ἐπιφανεστάτας ἐν τοῖς στρατιωτικοῖς ἡγεμονίας.

ἐστρατεύσατο δʼ ἐπὶ πρῶτον Ἑρμίαν τὸν Ἀταρνέως τύραννον, ἀφεστηκότα τοῦ βασιλέως καὶ πολλῶν ὀχυρωμάτων καὶ πόλεων κυριεύοντα.

ἐπαγγειλάμενος δʼ αὐτῷ πείσειν τὸν βασιλέα καὶ τῶν ἐγκλημάτων ἀπολῦσαι συνῆλθεν εἰς λόγους καὶ παρακρουσάμενος αὐτὸν συνέλαβε. κυριεύσας δὲ τοῦ δακτυλίου καὶ γράψας εἰς τὰς πόλεις ὅτι διήλλακται τῷ βασιλεῖ διὰ Μέντορος καὶ σφραγισάμενος τὰς ἐπιστολὰς τῷ τοῦ Ἑρμείου δακτυλίῳ συνεξέπεμψε τοὺς παραληψομένους τὰ χωρία.

οἱ δʼ ἐν ταῖς πόλεσι πιστεύσαντες τοῖς γεγραμμένοις καὶ τὴν εἰρήνην ἀγαπητῶς προσδεξάμενοι παρέδωκαν πάντες τὰ φρούρια καὶ τὰς πόλεις. Μέντωρ μὲν οὖν διʼ ἀπάτης ταχὺ παραλαβὼν ἀκινδύνως τὰ τῶν ἀποστατῶν πολίσματα μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τῷ βασιλεῖ, δόξας δύνασθαι στρατηγεῖν πραγματικῶς.

ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἡγεμόνας τοὺς ἀλλοτρίως διακειμένους τοῖς Πέρσαις τοὺς μὲν βιασάμενος, τοὺς δὲ καταστρατηγήσας ἅπαντας ταχέως κατεπολέμησεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Εὐρώπην Φίλιππος μὲν ὁ Μακεδόνων βασιλεὺς στρατεύσας ἐπὶ τὰς Χαλκιδικὰς πόλεις Ζερεία μὲν φρούριον ἐκπολιορκήσας κατέσκαψε, τῶν δʼ ἄλλων πολισμάτων ἔνια καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι· ἐπὶ δὲ τὰς Φερὰς τῆς Θετταλίας παρελθὼν Πειθόλαον δυναστεύοντα τῆς πόλεως ἐξέβαλεν.

ἅμα δὲ τούτοις πραττομένοις ἐν τῷ Πόντῳ Σπάρτακος ὁ τοῦ Πόντου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πέντε, τὴν δʼ ἡγεμονίαν διαδεξάμενος ὁ ἀδελφὸς Παιρισάδης ἐβασίλευσεν ἔτη τριάκοντα ὀκτώ.