Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δʼ ἡττηθέντες δηλώσαντες τῷ Βαγώᾳ τὸ γεγονὸς ἠξίουν κατὰ τάχος ἐλθόντα παραλαβεῖν τὴν πόλιν παρʼ αὐτῶν. τῶν δὲ Ἐλλήνων πρὸς τὸν Μέντορα λάθρᾳ διακηρυκευσαμένων ὁ Μέντωρ ἐν ἀπορρήτοις παρεκάλεσεν αὐτούς, ὅταν Βαγώας εἰς τὴν πόλιν εἰσέλθῃ, τὴν ἐπίθεσιν τοῖς βαρβάροις ποιήσασθαι.

μετὰ δὲ ταῦτα τοῦ Βαγώου μετὰ τῶν Περσῶν εἰσιόντος ἄνευ τῆς τῶν Ἑλλήνων συγκαταθέσεως καὶ μέρους τῶν στρατιωτῶν εἰσεληλυθότος οἱ μὲν Ἕλληνες ἄφνω τὰς θύρας κλείσαντες ἐπέθεντο τοῖς ἐντὸς τῶν τειχῶν ὑπάρχουσι καὶ πάντας ἀνελόντες τὸν Βαγώαν αὐτὸν ἐζώγρησαν.

ὁ δὲ τὰς τῆς σωτηρίας ἐλπίδας ὁρῶν ἐν τῷ Μέντορι κειμένας ἐδεήθη σῶσαι καὶ εἰς τὸ λοιπὸν κατεπηγγείλατο μηθὲν πράξειν ἄνευ τῆς ἐκείνου γνώμης.