Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τὰ μὲν οὖν πολίσματα φρουραῖς ἀξιολόγοις διαλαβὼν παρεφύλαττεν, αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τρισμυρίους, τῶν δʼ Ἑλλήνων πεντακισχιλίους, τῶν δὲ Λιβύων τοὺς ἡμίσεις ταῖς εὐκαιροτάταις τῶν εἰσβολῶν ἐφήδρευεν. τοιαύτης δὲ παρʼ ἀμφοτέροις οὔσης τῆς διατάξεως Νικόστρατος μὲν ὁ τῶν Ἀργείων στρατηγὸς ἔχων ἡγεμόνας Αἰγυπτίους, ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν.

οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν, ὄντες οὐκ ἐλάττους τῶν ἑπτακισχιλίων.

ἔχων δʼ αὐτῶν τὴν ἡγεμονίαν Κλείνιος ὁ Κῷος συνέταξε τὴν δύναμιν εἰς μάχην. ἀντιταχθέντων δὲ τῶν καταπεπλευκότων ἐγένετο καρτερὰ μάχη, καθʼ ἣν οἱ μετὰ τῶν Περσῶν Ἕλληνες ἀγωνισάμενοι λαμπρῶς τόν τε στρατηγὸν Κλείνιον ἐφόνευσαν καὶ τῶν ἄλλων στρατιωτῶν κατέκοψαν πλείους τῶν πεντακισχιλίων.