Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

αἰτία δʼ ἐγένετο τῆς ἥττης μάλισθʼ ἡ τοῦ στρατηγεῖν ἀπειρία καὶ τὸ προνενικῆσθαι τοὺς Πέρσας ὑπʼ αὐτοῦ κατὰ τὴν πρὸ ταύτης γεγενημένην στρατείαν.

ἐσχηκὼς γὰρ τοὺς τότε στρατηγοὺς ἐπιφανεῖς ἄνδρας καὶ διαφέροντας ἀρετῇ τε καὶ ἀγχινοίᾳ στρατηγικῇ, Διόφαντον τὸν Ἀθηναῖον καὶ Λάμιον τὸν Σπαρτιάτην, διὰ τούτων ἅπαντα κατώρθωσε· τότε δʼ ὑπολαμβάνων ἑαυτὸν ἱκανὸν εἶναι στρατηγὸν οὐδενὶ τῆς ἡγεμονίας μετεδίδου καὶ διὰ τὴν ἀπειρίαν οὐδὲν ἠδύνατο πράττειν τῶν ἐν τῷ πολέμῳ χρησίμων.

τὰ μὲν οὖν πολίσματα φρουραῖς ἀξιολόγοις διαλαβὼν παρεφύλαττεν, αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τρισμυρίους, τῶν δʼ Ἑλλήνων πεντακισχιλίους, τῶν δὲ Λιβύων τοὺς ἡμίσεις ταῖς εὐκαιροτάταις τῶν εἰσβολῶν ἐφήδρευεν. τοιαύτης δὲ παρʼ ἀμφοτέροις οὔσης τῆς διατάξεως Νικόστρατος μὲν ὁ τῶν Ἀργείων στρατηγὸς ἔχων ἡγεμόνας Αἰγυπτίους, ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν.

οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν, ὄντες οὐκ ἐλάττους τῶν ἑπτακισχιλίων.

ἔχων δʼ αὐτῶν τὴν ἡγεμονίαν Κλείνιος ὁ Κῷος συνέταξε τὴν δύναμιν εἰς μάχην. ἀντιταχθέντων δὲ τῶν καταπεπλευκότων ἐγένετο καρτερὰ μάχη, καθʼ ἣν οἱ μετὰ τῶν Περσῶν Ἕλληνες ἀγωνισάμενοι λαμπρῶς τόν τε στρατηγὸν Κλείνιον ἐφόνευσαν καὶ τῶν ἄλλων στρατιωτῶν κατέκοψαν πλείους τῶν πεντακισχιλίων.

Νεκτανεβὼς δʼ ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἀκούσας τὴν τῶν ἰδίων ἀπώλειαν κατεπλάγη, νομίσας καὶ τὴν λοιπὴν τῶν Περσῶν δύναμιν ῥᾳδίως διαβήσεσθαι τὸν ποταμόν.

ὑπολαβὼν δὲ τοὺς πολεμίους μετὰ πάσης τῆς δυνάμεως ἐπʼ αὐτὴν ἥξειν τὴν Μέμφιν ἔκρινε ταύτης μάλιστα προνοήσασθαι. οὗτος μὲν οὖν μετὰ τῆς περὶ αὐτὸν στρατιᾶς ἐπανελθὼν εἰς Μέμφιν τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.