Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τῇ δʼ ὑστεραίᾳ τοῦ βασιλέως εἰς τρία μέρη τὴν Ἑλληνικὴν δύναμιν μερίσαντος ἑκάστη μερὶς εἶχε στρατηγὸν Ἕλληνα καὶ τούτῳ παρακαθεσταμένον ἡγεμόνα Πέρσην, ἄνδρα προκεκριμένον ἐπʼ ἀρετῇ τε καὶ εὐνοίᾳ.
τὴν μὲν οὖν πρώτην τάξιν ἐπεῖχον οἱ Βοιωτοὶ στρατηγὸν μὲν ἔχοντες Λακράτην τὸν Θηβαῖον, ἡγεμόνα δὲ Πέρσην Ῥωσάκην· οὗτος δὲ ἀπόγονος μὲν ἦν ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν τοὺς μάγους καταλυσάντων, σατράπης δὲ Ἰωνίας καὶ Λυδίας· συνείπετο δʼ αὐτῷ πολλὴ μὲν ἵππος, οὐκ ὀλίγη δὲ πεζικὴ στρατιὰ τῶν βαρβάρων.
δευτέρα δʼ ἦν μερὶς ἡ τῶν Ἀργείων Νικοστράτου στρατηγοῦντος καὶ μετʼ αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου· οὗτος δʼ ἦν εἰσαγγελεὺς τοῦ βασιλέως καὶ πιστότατος τῶν φίλων μετὰ Βαγώαν· προσωρίσθησαν δʼ αὐτῷ στρατιῶται μὲν ἐπίλεκτοι πεντακισχίλιοι, τριήρεις δὲ ὀγδοήκοντα.