Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτοι μὲν οὖν καταπλεύσαντες εἰς τὴν Κύπρον εὐθὺς ἐπὶ τὴν μεγίστην τῶν πόλεων Σαλαμῖνα τὴν δύναμιν ἤγαγον. βαλόμενοι δὲ χάρακα καὶ τὴν παρεμβολὴν ὀχυρώσαντες ἐπολιόρκουν τοὺς Σαλαμινίους κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. τῆς δὲ νήσου πάσης ἐν εἰρήνῃ πολὺν χρόνον γενομένης καὶ τῆς χώρας εὐδαιμονούσης οἱ στρατιῶται κρατοῦντες τῶν ὑπαίθρων πολλὰς ὠφελείας ἤθροισαν.

τῆς δὲ τούτων εὐπορίας διαβοηθείσης πολλοὶ τῶν ἐκ τῆς περαίας Συρίας τε καὶ Κιλικίας συνέρρεον ἐθελοντὶ στρατιῶται πρὸς τὴν ἐλπίδα τοῦ κέρδους. τέλος δὲ διπλασιασθείσης τῆς μετʼ Εὐαγόρου καὶ Φωκίωνος δυνάμεως οἱ βασιλεῖς οἱ κατὰ τὴν Κύπρον εἰς ἀγωνίαν καὶ μεγίστους φόβους ἐνέπιπτον. καὶ τὰ μὲν κατὰ τὴν Κύπρον ἐν τούτοις ἦν.

μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Περσῶν βασιλεὺς ἐκ τῆς Βαβυλῶνος τὴν ἀνάζευξιν ποιησάμενος μετὰ τῆς δυνάμεως προῆγεν ἐπὶ τὴν Φοινίκην· ὁ δὲ τῆς Σιδῶνος δυνάστης Τέννης πυνθανόμενος τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως καὶ νομίσας τοὺς ἀφεστηκότας οὐκ ἀξιομάχους εἶναι τὴν σωτηρίαν ἰδίᾳ πορίζειν ἔκρινεν.