Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐν δὲ τῇ Βαβυλῶνι συνηθροικὼς τὰς πεζικὰς καὶ ἱππικὰς δυνάμεις εὐθὺς ἀναλαβὼν προῆγεν ἐπὶ τοὺς Φοίνικας· ἐν ὅσῳ δʼ οὗτος κατὰ τὴν ὁδοιπορίαν ἐβάδιζε, Βέλεσυς ὁ τῆς Συρίας σατράπης καὶ Μαζαῖος ὁ τῆς Κιλικίας ἄρχων συνελθόντες ἐπολέμουν τοὺς Φοίνικας.

Τέννης δʼ ὁ τῆς Σιδῶνος βασιλεὺς προσελάβετο παρʼ Αἰγυπτίων στρατιώτας μισθοφόρους Ἕλληνας τετρακισχιλίους, ὧν ἦν στρατηγὸς Μέντωρ ὁ Ῥόδιος. μετὰ δὲ τούτων καὶ τῶν πολιτικῶν στρατιωτῶν τοῖς προειρημένοις σατράπαις συμβαλὼν ἐνίκησεν καὶ τοὺς πολεμίους ἐξέβαλεν ἐκ τῆς Φοινίκης.

ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Κύπρον συνέστη πόλεμος, συμπεπλεγμένας ἔχων τὰς πράξεις τῷ ὑποκειμένῳ πολέμῳ.

ἐν γὰρ τῇ νήσῳ ταύτῃ πόλεις ἦσαν ἀξιόλογοι μὲν ἐννέα, ὑπὸ δὲ ταύτας ὑπῆρχε τεταγμένα μικρὰ πολίσματα τὰ προσκυροῦντα ταῖς ἐννέα πόλεσιν. ἑκάστη δὲ τούτων εἶχε βασιλέα τῆς μὲν πόλεως ἄρχοντα, τῷ δὲ βασιλεῖ τῶν Περσῶν ὑποτεταγμένον.

οὗτοι πάντες συμφρονήσαντες καὶ μιμησάμενοι τοὺς Φοίνικας ἀπέστησαν καὶ παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον αὐτοκράτορας τὰς ἰδίας βασιλείας ἐποίησαν.

ἐφʼ οἷς παροξυνθεὶς ὁ Ἀρταξέρξης ἔγραψε πρὸς τὸν Ἰδριέα τὸν τῆς Καρίας δυνάστην, ἄρτι μὲν παρειληφότα τὴν ἀρχήν, φίλον δʼ ὄντα καὶ σύμμαχον Περσῶν ἐκ προγόνων, ἀθροῖσαι δύναμιν πεζικήν τε καὶ ναυτικὴν τὴν διαπολεμήσουσαν τοῖς ἐν Κύπρῳ βασιλεῦσιν.

ὁ δʼ ὀξέως παρασκευασάμενος τριήρεις μὲν τεσσαράκοντα, στρατιώτας δὲ μισθοφόρους ὀκτακισχιλίους ἐξέπεμψεν εἰς τὴν Κύπρον, ἐπιστήσας στρατηγοὺς Φωκίωνα τὸν Ἀθηναῖον καὶ Εὐαγόραν τὸν ἐν τοῖς ἐπάνω χρόνοις βεβασιλευκότα κατὰ τὴν νῆσον.

οὗτοι μὲν οὖν καταπλεύσαντες εἰς τὴν Κύπρον εὐθὺς ἐπὶ τὴν μεγίστην τῶν πόλεων Σαλαμῖνα τὴν δύναμιν ἤγαγον. βαλόμενοι δὲ χάρακα καὶ τὴν παρεμβολὴν ὀχυρώσαντες ἐπολιόρκουν τοὺς Σαλαμινίους κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. τῆς δὲ νήσου πάσης ἐν εἰρήνῃ πολὺν χρόνον γενομένης καὶ τῆς χώρας εὐδαιμονούσης οἱ στρατιῶται κρατοῦντες τῶν ὑπαίθρων πολλὰς ὠφελείας ἤθροισαν.

τῆς δὲ τούτων εὐπορίας διαβοηθείσης πολλοὶ τῶν ἐκ τῆς περαίας Συρίας τε καὶ Κιλικίας συνέρρεον ἐθελοντὶ στρατιῶται πρὸς τὴν ἐλπίδα τοῦ κέρδους. τέλος δὲ διπλασιασθείσης τῆς μετʼ Εὐαγόρου καὶ Φωκίωνος δυνάμεως οἱ βασιλεῖς οἱ κατὰ τὴν Κύπρον εἰς ἀγωνίαν καὶ μεγίστους φόβους ἐνέπιπτον. καὶ τὰ μὲν κατὰ τὴν Κύπρον ἐν τούτοις ἦν.