Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ σατραπῶν καὶ στρατηγῶν ἐν τῇ Σιδωνίων διατριβόντων καὶ κατὰ τὰς τῶν πραγμάτων ἐπιταγὰς ὑβριστικῶς καὶ ὑπερηφάνως προσφερομένων τοῖς Σιδωνίοις οἱ κακούμενοι τὴν ἐπήρειαν χαλεπῶς φέροντες ἔγνωσαν ἀποστῆναι τῶν Περσῶν.

πείσαντες δὲ καὶ τοὺς ἄλλους Φοίνικας τῆς αὐτονομίας ἀντέχεσθαι διεπρεσβεύσαντο πρὸς τὸν Αἰγυπτίων βασιλέα Νεκτανεβώ, πολέμιον ὄντα Περσῶν, καὶ πείσαντες παραλαβεῖν αὐτοὺς εἰς τὴν συμμαχίαν παρεσκευάζοντο τὰ πρὸς τὸν πόλεμον.

τῆς δὲ Σιδῶνος εὐδαιμονίᾳ διαφερούσης καὶ τῶν ἰδιωτῶν διὰ τὰς ἐμπορίας μεγάλους περιπεποιημένων πλούτους ταχὺ τριήρεις τε πολλαὶ κατεσκευάσθησαν καὶ μισθοφόρων πλῆθος ἠθροίσθη, πρὸς δὲ τούτοις ὅπλα καὶ βέλη καὶ σῖτος καὶ τἄλλα πάντα τὰ πρὸς πόλεμον χρήσιμα συντόμως κατεσκευάσθη.