Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Πελοπόννησον ἐγένοντο ταραχαὶ καὶ κινήσεις διὰ τοιαύτας τινὰς αἰτίας. Λακεδαιμόνιοι πρὸς Μεγαλοπολίτας διαφερόμενοι τὴν χώραν αὐτῶν κατέδραμον Ἀρχιδάμου τὴν ἡγεμονίαν ἔχοντος· οἱ δὲ Μεγαλοπολῖται παροξυνθέντες ἐπὶ τοῖς πραχθεῖσι καὶ καθʼ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι παρὰ τῶν συμμάχων μετεπέμψαντο βοήθειαν.

Ἀργεῖοι μὲν οὖν καὶ Σικυώνιοι καὶ Μεσσήνιοι πανδημεὶ κατὰ τάχος ἐβοήθησαν, Θηβαῖοι δʼ ἀπέστειλαν πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, στρατηγὸν ἐπιστήσαντες Κηφισίωνα.

Μεγαλοπολῖται μὲν οὖν μετὰ τῶν συμμάχων ἐκστρατεύσαντες κατεστρατοπέδευσαν περὶ τὰς πηγὰς τοῦ Ἀλφειοῦ ποταμοῦ· οἱ δὲ Λακεδαιμόνιοι τρισχιλίους μὲν πεζοὺς παρὰ Φωκέων προσελάβοντο, ἱππεῖς δὲ ἑκατὸν καὶ πεντήκοντα παρὰ Λυκόφρονος καὶ Πειθολάου τῶν ἐκπεπτωκότων ἐκ τῆς ἐν Φεραῖς τυραννίδος· συστησάμενοι δὲ δύναμιν ἀξιόμαχον κατεστρατοπέδευσαν περὶ Μαντίνειαν.

μετὰ δὲ ταῦτα ἐπὶ πόλιν Ὀρνεὰς τῆς Ἀργείας καταντήσαντες ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες πρὸ τῆς τῶν πολεμίων παρουσίας,οὖσαν σύμμαχον τῶν Μεγαλοπολιτῶν. ἐπεξελθόντων δὲ τῶν Ἀργείων συνάψαντες μάχην ἐνίκησαν καὶ πλείους τῶν διακοσίων ἀπέκτειναν.

τῶν δὲ Θηβαίων ἐπιφανέντων καὶ τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δʼ εὐταξίαις λειπομένων συνέστη μάχη καρτερά· καὶ τῆς νίκης ἀμφιδόξου γενομένης οἱ μὲν Ἀργεῖοι καὶ οἱ σύμμαχοι τὴν εἰς τὰς οἰκείας πόλεις ἐπάνοδον ἐποιήσαντο, Λακεδαιμόνιοι δʼ εἰς τὴν Ἀρκαδίαν ἐμβαλόντες καὶ πόλιν Ἑλισσοῦντα κατὰ κράτος ἑλόντες καὶ διαρπάσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

μετὰ δέ τινα χρόνον οἱ Θηβαῖοι μετὰ τῶν συμμάχων ἐνίκησαν τοὺς πολεμίους περὶ Τέλφουσαν καὶ συχνοὺς ἀνελόντες ἐζώγρησαν Ἀνάξανδρόν τε τὸν ἡγούμενον καὶ τῶν ἄλλων πλείους τῶν ἑξήκοντα. μετʼ ὀλίγον δὲ χρόνον ἄλλαις δυσὶ μάχαις προετέρησαν καὶ τῶν ἐναντίων οὐκ ὀλίγους κατέβαλον.

τὸ δὲ τελευταῖον τῶν Λακεδαιμονίων ἀξιολόγῳ μάχῃ νικησάντων, αἱ δυνάμεις ἀμφοτέρων εἰς τὰς οἰκείας πόλεις ἐπανῆλθον. ἔπειτα τῶν Λακεδαιμονίων ποιησαμένων ἀνοχὰς πρὸς τοὺς Μεγαλοπολίτας ἐπανῆλθον εἰς τὴν Βοιωτίαν οἱ Θηβαῖοι.

Φάλαικος δὲ περὶ τὴν Βοιωτίαν διατρίβων Χαιρώνειαν εἷλε καὶ τῶν Θηβαίων ἐπιβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως. ἔπειθʼ οἱ μὲν Βοιωτοὶ πολλῇ δυνάμει στρατεύσαντες εἰς τὴν Φωκίδα τὴν πλείστην αὐτῆς ἐπόρθησαν καὶ τὰς κατὰ τὴν χώραν κτήσεις ἐδῄωσαν· ἔνια δὲ καὶ τῶν μικρῶν πολισμάτων ἑλόντες καὶ λαφύρων πλῆθος ἀθροίσαντες ἐπανῆλθον εἰς τὴν Βοιωτίαν.