Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ὑπὸ Θετταλῶν μετακληθεὶς ἧκεν εἰς Θετταλίαν μετὰ τῆς δυνάμεως, καὶ τὸ μὲν πρῶτον πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον διεπολέμει βοηθῶν τοῖς Θετταλοῖς· μετὰ δὲ ταῦτα τοῦ Λυκόφρονος μεταπεμψαμένου παρὰ τῶν Φωκέων συμμαχίαν ἀπεστάλη Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου μετὰ στρατιωτῶν ἑπτακισχιλίων. ὁ δὲ Φίλιππος τοὺς Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.

Ὀνόμαρχος δʼ ἀναλαβὼν πᾶσαν τὴν δύναμιν καὶ νομίζων ὅλης τῆς Θετταλίας κυριεύσειν ἧκεν ἐν τάχει βοηθήσων τοῖς περὶ τὸν Λυκόφρονα. τοῦ δὲ Φιλίππου μετὰ τῶν Θετταλῶν ἀντιπαραταξαμένου τοῖς Φωκεῦσιν Ὀνόμαρχος ὑπερέχων τοῖς πλήθεσι δυσὶ μάχαις ἐνίκησε καὶ πολλοὺς τῶν Μακεδόνων ἀνεῖλεν. Φίλιππος δʼ εἰς τοὺς ἐσχάτους κινδύνους περικλεισθεὶς καὶ τῶν στρατιωτῶν διὰ τὴν ἀθυμίαν καταλιπόντων αὐτὸν παραθαρσύνας τὸ πλῆθος μόγις ἐποίησεν αὐτοὺς εὐπειθεῖς.

μετὰ δὲ ταῦτα ὁ Φίλιππος μὲν ἀνεχώρησεν εἰς Μακεδονίαν, Ὀνόμαρχος δὲ στρατεύσας εἰς Βοιωτίαν ἐνίκησε μάχῃ τοὺς Βοιωτοὺς καὶ πόλιν εἷλε Κορώνειαν. κατὰ δὲ τὴν Θετταλίαν Φίλιππος μὲν ἐκ τῆς Μακεδονίας μετὰ τῆς δυνάμεως ἄρτι κατηντηκὼς ἐστράτευσεν ἐπὶ Λυκόφρονα τὸν Φερῶν τύραννον.

οὗτος δʼ οὐκ ὢν ἀξιόμαχος μετεπέμψατο συμμαχίαν παρὰ Φωκέων, ἐπαγγελλόμενος συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Θετταλίαν. διόπερ Ὀνομάρχου σπουδῇ βοηθήσαντος μετὰ πεζῶν δισμυρίων καὶ πεντακοσίων ἱππέων ὁ μὲν Φίλιππος πείσας τοὺς Θετταλοὺς κοινῇ τὸν πόλεμον ἄρασθαι συνήγαγε τοὺς πάντας πεζοὺς μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δὲ τρισχιλίους.

γενομένης δὲ παρατάξεως ἰσχυρᾶς καὶ τῶν Θετταλῶν ἱππέων τῷ πλήθει καὶ ταῖς ἀρεταῖς διαφερόντων ἐνίκησεν ὁ Φίλιππος. τῶν δὲ περὶ τὸν Ὀνόμαρχον καταφυγόντων εἰς τὴν θάλατταν καὶ τυχικῶς παραπλέοντος τοῦ Ἀθηναίου Χάρητος μετὰ πολλῶν τριήρων πολὺς ἐγένετο φόνος τῶν Φωκέων· οἱ γὰρ φεύγοντες ῥίψαντες τὰς πανοπλίας διενήχοντο πρὸς τὰς τριήρεις, ἐν οἷς ἦν καὶ αὐτὸς Ὀνόμαρχος.

τέλος δὲ τῶν Φωκέων καὶ μισθοφόρων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός, ἥλωσαν δὲ οὐκ ἐλάττους τῶν τρισχιλίων. ὁ δὲ Φίλιππος τὸν μὲν Ὀνόμαρχον ἐκρέμασε, τοὺς δʼ ἄλλους ὡς ἱεροσύλους κατεπόντισεν.