Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Μακεδόνες διά τε τὴν ἐν τῇ μάχῃ συμφορὰν καὶ διὰ τὸ μέγεθος τῶν ἐπιφερομένων κινδύνων ἐν ἀπορίᾳ τῇ μεγίστῃ καθειστήκεισαν. ἀλλʼ ὅμως τηλικούτων φόβων καὶ κινδύνων ἐφεστώτων ὁ Φίλιππος οὐ κατεπλάγη τὸ μέγεθος τῶν προσδοκωμένων δεινῶν, ἀλλὰ τοὺς Μακεδόνας ἐν συνεχέσιν ἐκκλησίαις συνέχων καὶ τῇ τοῦ λόγου δεινότητι προτρεπόμενος ἐπὶ τὴν ἀνδρείαν εὐθαρσεῖς ἐποίησε, τὰς δὲ στρατιωτικὰς τάξεις ἐπὶ τὸ κρεῖττον διορθωσάμενος καὶ τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο.

ἐπενόησε δὲ καὶ τὴν τῆς φάλαγγος πυκνότητα καὶ κατασκευήν, μιμησάμενος τὸν ἐν Τροίᾳ τῶν ἡρώων συνασπισμόν, καὶ πρῶτος συνεστήσατο τὴν Μακεδονικὴν φάλαγγα.

ἐν δὲ ταῖς ὁμιλίαις προσηνὴς ἦν καὶ διά τε τῶν δωρεῶν καὶ τῶν ἐπαγγελιῶν εἰς τὴν μεγίστην εὔνοιαν τὰ πλήθη προήγετο, πρός τε τὸ πλῆθος τῶν ἐπιφερομένων κινδύνων εὐστόχως ἀντεμηχανᾶτο. θεωρῶν γὰρ τοὺς Ἀθηναίους ὑπὲρ τοῦ τὴν Ἀμφίπολιν ἀνακτήσασθαι τὴν πᾶσαν φιλοτιμίαν εἰσφερομένους καὶ διὰ τοῦτο κατάγοντας τὸν Ἀργαῖον ἐπὶ τὴν βασιλείαν ἑκουσίως ἐξεχώρησε τῆς πόλεως, ἀφεὶς αὐτὴν αὐτόνομον.

πρὸς δὲ Παίονας διαπρεσβευσάμενος καὶ τοὺς μὲν δωρεαῖς διαφθείρας, τοὺς δʼ ἐπαγγελίαις φιλανθρώποις πείσας κατὰ τὸ παρὸν εἰρήνην ἄγειν πρὸς αὐτοὺς συνέθετο. ὁμοίως δὲ καὶ τὸν Παυσανίαν ἀπέστησε τῆς καθόδου, τὸν κατάγειν μέλλοντα βασιλέα δωρεαῖς πείσας.

Μαντίας δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς καταπλεύσας εἰς Μεθώνην αὐτὸς μὲν ἐνταῦθα κατέμεινε, τὸν Ἀργαῖον δὲ μετὰ τῶν μισθοφόρων ἐπὶ τὰς Αἰγὰς ἀπέστειλεν. οὗτος δὲ προσελθὼν τῇ πόλει παρεκάλει τοὺς ἐν ταῖς Αἰγαῖς προσδέξασθαι τὴν κάθοδον καὶ γενέσθαι τῆς αὑτοῦ βασιλείας ἀρχηγούς.

οὐδενὸς δʼ αὐτῷ προσέχοντος ὁ μὲν ἀνέκαμπτεν εἰς τὴν Μεθώνην, ὁ δὲ Φίλιππος ἐπιφανεὶς μετὰ στρατιωτῶν καὶ συνάψας μάχην πολλοὺς μὲν ἀνεῖλε τῶν μισθοφόρων, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον καταφυγόντας ὑποσπόνδους ἀφῆκεν, λαβὼν παρʼ αὐτῶν ἐκδότους τοὺς φυγάδας. Φίλιππος μὲν οὖν ταύτην πρώτην μάχην νικήσας εὐθαρσεστέρους ἐποίησε τοὺς Μακεδόνας πρὸς τοὺς ἐφεξῆς ἀγῶνας.

ἅμα δὲ τούτοις πραττομένοις Θάσιοι μὲν ᾤκισαν τὰς ὀνομαζομένας Κρηνίδας, ἃς ὕστερον ὁ βασιλεὺς ἀφʼ ἑαυτοῦ ὀνομάσας Φιλίππους ἐπλήρωσεν οἰκητόρων.

τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος τὴν ἀρχὴν τῶν περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησάμενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα, ἐξ ὧν πέντε διαφωνοῦσιν.