Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτος γὰρ κρατῶν τοῦ μαντείου προσέταττε τῇ Πυθίᾳ τὴν μαντείαν ἀπὸ τοῦ τρίποδος ποιεῖσθαι κατὰ τὰ πάτρια. ἀποκριναμένης δʼ αὐτῆς ὅτι τοιαῦτα οὐκ ἔστι τὰ πάτρια διηπειλήσατο καὶ συνηνάγκασε τὴν ἀνάβασιν ποιεῖσθαι ἐπὶ τὸν τρίποδα. ἀποφθεγξαμένης δʼ αὐτῆς πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου ὅτι ἔξεστιν αὐτῷ πράττειν ὃ βούλεται ἀσμένως τὸ ῥηθὲν ἐδέξατο καὶ τὸν προσήκοντα χρησμὸν ἔχειν ἀπεφαίνετο. εὐθὺς δὲ καὶ τὸν χρησμὸν ἔγγραφον ποιήσας καὶ προθεὶς εἰς τοὐμφανὲς ἅπασιν ἐποίησε φανερὸν ὅτι ὁ θεὸς αὐτῷ δίδωσιν ἐξουσίαν πράττειν ὅ, τι βούλεται.

συναγαγὼν δʼ ἐκκλησίαν καὶ τὴν μαντείαν τοῖς πλήθεσι δηλώσας καὶ παρακαλέσας θαρρεῖν ἐτρέπετο πρὸς τὰς τοῦ πολέμου πράξεις. ἐγένετο δʼ αὐτῷ καὶ σημεῖον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος· ἀετὸς γὰρ ὑπερπετώμενος τὸν ναὸν τοῦ θεοῦ καὶ συγκυλισθεὶς ἐπὶ τὴν γῆν τὰς τρεφομένας ἐν τῷ ἱερῷ περιστερὰς ἐθήρευεν, ὧν ἐνίας ἀπʼ αὐτῶν ἥρπαζε τῶν βωμῶν. τὸ δὲ σημεῖον ἔφασαν οἱ περὶ ταῦτʼ ἀσχολούμενοι σημαίνειν τῷ Φιλομήλῳ καὶ τοῖς Φωκεῦσι κρατήσειν τῶν περὶ Δελφοὺς πραγμάτων.

ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ἐπέλεξε τῶν φίλων τοὺς εὐθετωτάτους εἰς τὰς πρεσβείας καὶ τούτων τοὺς μὲν εἰς τὰς Ἀθήνας, τοὺς δʼ εἰς Λακεδαίμονα, τοὺς δʼ εἰς τὰς Θήβας ἐξέπεμψεν· ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας τὰς ἐπισημοτάτας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀπέστειλεν, ἀπολογούμενος ὅτι κατείληπται τοὺς Δελφοὺς οὐ τοῖς ἱεροῖς χρήμασιν ἐπιβουλεύων, ἀλλὰ τῆς τοῦ ἱεροῦ προστασίας ἀμφισβητῶν· εἶναι γὰρ Φωκέων αὐτὴν ἰδίαν ἐν τοῖς παλαιοῖς χρόνοις ἀποδεδειγμένην.

τῶν δὲ χρημάτων τὸν λόγον ἔφη πᾶσι τοῖς Ἕλλησιν ἀποδώσειν καὶ τόν τε σταθμὸν καὶ τὸν ἀριθμὸν τῶν ἀναθημάτων ἕτοιμος εἶναι παραδοῦναι τοῖς βουλομένοις ἐξετάζειν. ἠξίου δέ, ἄν τις διʼ ἔχθραν ἢ φθόνον πολεμῇ Φωκεῦσι, μάλιστα μὲν συμμαχεῖν, εἰ δὲ μή γε, τὴν ἡσυχίαν ἄγειν.

τῶν δὲ πρέσβεων τὸ προσταχθὲν πραξάντων Ἀθηναῖοι μὲν καὶ Λακεδαιμόνιοι καί τινες ἄλλοι συμμαχίαν πρὸς αὐτὸν συνέθεντο καὶ βοηθήσειν ἐπηγγείλαντο, Βοιωτοὶ δὲ καὶ Λοκροὶ καί τινες ἕτεροι τἀναντία τούτοις ἐψηφίσαντο καὶ τὸν πόλεμον ὑπὲρ τοῦ θεοῦ πρὸς τοὺς Φωκεῖς ἐπανείλαντο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.