Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ Φωκέων διὰ τὸν ἐκ τῆς καταδίκης φόβον ἑλομένων αὐτὸν αὐτοκράτορα στρατηγὸν ὁ Φιλόμηλος ἐνεργῶς ἐπετέλει τὰς ἐπαγγελίας. πρῶτον μὲν γὰρ παρελθὼν εἰς τὴν Σπάρτην ἐν ἀπορρήτοις διελέχθη τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Ἀρχιδάμῳ, ὅτι κοινὸς ὁ ἀγών ἐστιν αὐτῷ περὶ τοῦ ποιῆσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀκύρους· εἶναι γὰρ καὶ κατὰ τῶν Λακεδαιμονίων μεγάλας καὶ ἀδίκους ἀποφάσεις τῶν Ἀμφικτυόνων. ἐδήλωσεν οὖν αὐτῷ διότι τοὺς Δελφοὺς καταλαβέσθαι διέγνωκε καὶ τῆς προστασίας ἐὰν ἐγκρατὴς γένηται τὰ δόγματα τῶν Ἀμφικτυόνων ἀκυρώσει.

ὁ δʼ Ἀρχίδαμος ἀποδεξάμενος τὸν λόγον φανερῶς μὲν κατὰ τὸ παρὸν οὐκ ἔφησε βοηθήσειν, λάθρᾳ δὲ πάντα συμπράξειν χορηγῶν καὶ χρήματα καὶ μισθοφόρους. ὁ δὲ Φιλόμηλος παρὰ μὲν τούτου πεντεκαίδεκα τάλαντα λαβών, ἰδίᾳ δὲ προσθεὶς οὐκ ἐλάττω τούτων μισθοφόρους τε ξένους ἐμισθώσατο καὶ τῶν Φωκέων ἐπέλεξε χιλίους, οὓς ὠνόμασε πελταστάς.

ἀθροίσας δὲ στρατιωτῶν πλῆθος καὶ καταλαβόμενος τὸ μαντεῖον τούς τε Θρακίδας καλουμένους τῶν Δελφῶν ἐναντιουμένους ἀνεῖλε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε· τοὺς δʼ ἄλλους ὁρῶν καταπεπληγμένους παρεκάλει θαρρεῖν ὡς οὐδενὸς ἐσομένου περὶ αὐτοὺς δεινοῦ.

διαβοηθείσης δὲ τῆς περὶ τὸ ἱερὸν καταλήψεως Λοκροὶ μὲν οἱ πλησίον οἰκοῦντες παραχρῆμα ἐστράτευσαν ἐπὶ τὸν Φιλόμηλον. γενομένης δὲ περὶ Δελφοὺς μάχης οἱ μὲν Λοκροὶ λειφθέντες καὶ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἔφυγον εἰς τὴν οἰκείαν, ὁ δὲ Φιλόμηλος ἐπαρθεὶς τῇ νίκῃ τὰς τῶν Ἀμφικτυόνων ἀποφάσεις ἔκ τε τῶν στηλῶν ἐξέκοψε καὶ τὰ περὶ τῶν καταδικῶν γράμματα κατέλυσεν,

αὐτὸς δὲ διέδωκε λόγον ὡς οὔτε συλᾶν τὸ μαντεῖον διέγνωκεν οὔτʼ ἄλλην οὐδεμίαν παράνομον πρᾶξιν συντελεῖν βεβούλευται, τῆς δὲ προγονικῆς προστασίας ἀμφισβητῶν καὶ τὰς τῶν Ἀμφικτυόνων ἀδίκους ἀποφάσεις ἀκυρῶσαι βουλόμενος βοηθεῖν τοῖς πατρίοις νόμοις τῶν Φωκέων.