Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Χάρης δὲ παραλαβὼν παντὸς τοῦ στόλου τὴν ἡγεμονίαν καὶ σπεύδων τῆς δαπάνης ἀπαλλάξαι τοὺς Ἀθηναίους ἐπεχείρησε πράξει παραβόλῳ· Ἀρταβάζου γὰρ ἀποστάντος ἀπὸ τοῦ βασιλέως καὶ μέλλοντος ὀλίγοις στρατιώταις πρὸς τοὺς σατράπας διαγωνίζεσθαι μυριάδας ἑπτὰ στρατιωτῶν ἔχοντας, συμμαχήσαντος αὐτῷ Χάρητος πάσῃ τῇ δυνάμει καὶ νικήσαντος τὴν τοῦ βασιλέως δύναμιν, ὁ μὲν Ἀρτάβαζος ἀποδιδοὺς τῆς εὐεργεσίας χάριτας ἐδωρήσατο πλῆθος χρημάτων, ἐξ ὧν δυνατὸν ἦν πᾶσαν τὴν δύναμιν ὀψωνιάζεσθαι,

οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἀπεδέξαντο τὴν πρᾶξιν τοῦ Χάρητος, ὕστερον δὲ τοῦ βασιλέως πρέσβεις ἀποστείλαντος καὶ κατηγοροῦντος τοῦ Χάρητος τὴν ἐναντίαν ἔσχον γνώμην· διεδόθη γὰρ λόγος ὅτι τοῖς πολεμίοις τῶν Ἀθηναίων βασιλεὺς ἐπηγγείλατο τριακοσίαις ναυσὶ συγκαταπολεμήσειν τοὺς Ἀθηναίους. ταῦτʼ οὖν ὁ δῆμος εὐλαβηθεὶς ἔκρινε καταλύσασθαι τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον· εὑρὼν δὲ κἀκείνους ἐπιθυμοῦντας τῆς εἰρήνης ῥᾳδίως πρὸς αὐτοὺς διελύσατο. ὁ μὲν οὖν συμμαχικὸς ὀνομασθεὶς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, διαμείνας ἔτη τέτταρα.

κατὰ δὲ τὴν Μακεδονίαν τρεῖς βασιλεῖς συνέστησαν ἐπὶ τὸν Φίλιππον, ὅ τε τῶν Θρᾳκῶν καὶ Παιόνων καὶ Ἰλλυριῶν. οὗτοι γὰρ ὄντες ὅμοροι τοῖς Μακεδόσι καὶ τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου καθʼ ἑαυτοὺς μὲν οὐκ ἦσαν ἀξιόμαχοι προηττημένοι, κοινῇ δὲ πολεμοῦντες ὑπέλαβον ῥᾳδίως αὐτοῦ περιέσεσθαι. διόπερ ἀθροιζόντων τὰς δυνάμεις ἐπιφανεὶς ἀσυντάκτοις καὶ καταπληξάμενος ἠνάγκασε προσθέσθαι τοῖς Μακεδόσιν.