Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὡς δʼ ἐπὶ τοῖς ὅροις τῆς Συρακοσίας ὁ Δίων ἦν, ἀπήντα πρὸς αὐτὸν πλῆθος ἀνόπλων ἀνθρώπων ἔκ τε τῆς χώρας καὶ τῆς πόλεως· ἀπίστως γὰρ διακείμενος ὁ Διονύσιος πρὸς τοὺς Συρακοσίους πολλῶν τὰ ὅπλα παρῄρητο.

κατὰ δὲ τοῦτον τὸν καιρὸν ὁ μὲν τύραννος περὶ τὰς νεοκτίστους πόλεις κατὰ τὸν Ἀδρίαν διέτριβε μετὰ πολλῶν δυνάμεων, οἱ δʼ ἐπὶ τῆς φυλακῆς τῶν Συρακουσσῶν ἀπολειφθέντες ἡγεμόνες τὸ μὲν πρῶτον ἐπειρῶντο μετακαλεῖσθαι τοὺς Συρακοσίους ἀπὸ τῆς ἀποστάσεως· ἀκατασχέτου δὲ τῆς ὁρμῆς τῶν ὄχλων οὔσης ἀπογνόντες τοὺς μισθοφόρους καὶ τοὺς τὰ τοῦ δυνάστου φρονοῦντας ἤθροισαν καὶ τὰς τάξεις πληρώσαντες τοῖς ἀφεστηκόσιν ἐπιθέσθαι διέγνωσαν.

Δίων δὲ τοῖς μὲν ἀνόπλοις τῶν Συρακοσίων διέδωκε τὰς πεντακισχιλίας πανοπλίας, τοὺς δὲ ἄλλους ἐκ τῶν δυνατῶν τοῖς παρατυχοῦσιν ὅπλοις συνεσκεύασεν. συναγαγὼν δʼ ἅπαντας εἰς κοινὴν ἐκκλησίαν ἀπεφαίνετο μὲν ἑαυτὸν ἥκειν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν Σικελιωτῶν, παρεκάλει δὲ στρατηγοὺς αἱρεῖσθαι τοὺς εὐθέτους πρὸς τὴν ἀποκατάστασιν τῆς αὐτονομίας καὶ τὴν κατάλυσιν τῆς ὅλης τυραννίδος. τὸ δὲ πλῆθος ὥσπερ ἀπὸ μιᾶς φωνῆς ἀνεβόησε στρατηγοὺς αἱρεῖσθαι τόν τε Δίωνα καὶ τὸν ἀδελφὸν αὐτοῦ Μεγακλῆν αὐτοκράτορας.

εὐθὺς οὖν ἀπὸ τῆς ἐκκλησίας ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει. οὐδενὸς δʼ ἀντιποιουμένου τῶν ὑπαίθρων ἀδεῶς εἰσῆλθεν ἐντὸς τοῦ τείχους καὶ διὰ τῆς Ἀχραδινῆς πορευθεὶς εἰς τὴν ἀγορὰν κατεστρατοπέδευσεν, οὐδενὸς τολμῶντος ἐπεξιέναι.

ὁ δὲ σύμπας ἀριθμὸς ἦν τῶν μετὰ Δίωνος στρατιωτῶν οὐκ ἐλάττους τῶν πεντακισμυρίων. οὗτοι δὲ πάντες ἐστεφανωμένοι κατῆλθον εἰς τὴν πόλιν προηγουμένου τοῦ τε Δίωνος καὶ τοῦ Μεγακλέους καὶ μετὰ τούτων τριάκοντα Συρακοσίων, οἳ μόνοι τῶν κατὰ τὴν Πελοπόννησον φυγάδων Συρακοσίοις μετασχεῖν τῶν κινδύνων ἠθέλησαν.