Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐν πάσαις μὲν ταῖς ἱστορικαῖς πραγματείαι καθήκει τοὺς συγγραφεῖς περιλαμβάνειν ἐν ταῖς βίβλοις ἢ πόλεων ἢ βασιλέων πράξεις αὐτοτελεῖς ἀπʼ ἀρχῆς μέχρι τοῦ τέλους· οὕτως γὰρ μάλιστα διαλαμβάνομεν τὴν ἱστορίαν εὐμνημόνευτον καὶ σαφῆ γενέσθαι τοῖς ἀναγινώσκουσιν.

αἱ μὲν γὰρ ἡμιτελεῖς πράξεις οὐκ ἔχουσαι συνεχὲς ταῖς ἀρχαῖς τὸ πέρας μεσολαβοῦσι τὴν ἐπιθυμίαν τῶν φιλαναγνωστούντων, αἱ δὲ τὸ τῆς διηγήσεως συνεχὲς περιλαμβάνουσαι μέχρι τῆς τελευτῆς ἀπηρτισμένην τὴν τῶν πράξεων ἔχουσιν ἀπαγγελίαν. ὅταν δʼ ἡ φύσις αὐτὴ τῶν πραχθέντων συνεργῇ τοῖς συγγραφεῦσι, τότʼ ἤδη παντελῶς οὐκ ἀποστατέον ταύτης τῆς προαιρέσεως.

διόπερ καὶ ἡμεῖς παρόντες ἐπὶ τὰς Φιλίππου τοῦ Ἀμύντου πράξεις πειρασόμεθα τούτῳ τῷ βασιλεῖ τὰ πραχθέντα περιλαβεῖν ἐν ταύτῃ τῇ βίβλῳ. οὗτος γὰρ εἴκοσι μὲν καὶ τέτταρα ἔτη τῶν Μακεδόνων ἐβασίλευσεν, ἐλαχίσταις δὲ ἀφορμαῖς χρησάμενος μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασε τὴν ἰδίαν βασιλείαν καὶ παραλαβὼν τὴν Μακεδονίαν δουλεύουσαν Ἰλλυριοῖς πολλῶν καὶ μεγάλων ἐθνῶν καὶ πόλεων κυρίαν ἐποίησε.

διὰ δὲ τὴν ἰδίαν ἀρετὴν τῆς μὲν Ἑλλάδος ἁπάσης παρέλαβε τὴν ἡγεμονίαν ἑκουσίως τῶν πόλεων ὑποταττομένων, τοὺς δὲ τὸ ἐν Δελφοῖς ἱερὸν συλήσαντας καταπολεμήσας καὶ τῷ μαντείῳ βοηθήσας μετέσχε τοῦ συνεδρίου τῶν Ἀμφικτυόνων καὶ διὰ τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν ἔπαθλον ἔλαβε τὰς ψήφους τῶν κρατηθέντων Φωκέων.

Ἰλλυριοὺς δὲ καὶ Παίονας καὶ Θρᾷκας καὶ Σκύθας καὶ πάντα τὰ πλησιόχωρα τούτοις ἔθνη καταπολεμήσας τὴν Περσῶν βασιλείαν ἐπεβάλετο καταλῦσαι καὶ δυνάμεις μὲν εἰς τὴν Ἀσίαν διαβιβάσας τὰς Ἑλληνίδας πόλεις ἠλευθέρου, μεσολαβηθεὶς δʼ ὑπὸ τῆς πεπρωμένης τηλικαύτας καὶ τοιαύτας δυνάμεις ἀπέλιπεν ὥστε τὸν υἱὸν Ἀλέξανδρον μὴ προσδεηθῆναι συμμάχων εἰς τὴν κατάλυσιν τῆς Περσῶν ἡγεμονίας.

καὶ ταῦτʼ ἔπραξεν οὐ διὰ τύχην, ἀλλὰ διὰ τὴν ἰδίαν ἀρετήν. γέγονε γὰρ ὁ βασιλεὺς οὗτος ἀγχινοίᾳ στρατηγικῇ καὶ ἀνδρείᾳ καὶ λαμπρότητι ψυχῆς διαφέρων. ἵνα δὲ μὴ διὰ τοῦ προοιμίου προλαμβάνωμεν αὐτοῦ τὰς πράξεις, ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας πορευσόμεθα, βραχέα τοῖς χρόνοις προσαναδραμόντες.