Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Πελοπόννησον τοῖς Ἀρκάσι γενομένης εἰρήνης κοινῆς μετὰ τὴν ἐν Μαντινείᾳ μάχην, ἐνιαυτὸν μόνον ἐμμείναντες τοῖς ὅρκοις πάλιν κατέστησαν τὸν πόλεμον. ἐν μὲν γὰρ τοῖς ὅρκοις ἦν γεγραμμένον ἑκάστους εἰς τὴν ἑαυτῶν ἀπιέναι πατρίδα μετὰ τὴν μάχην, εἰς δὲ τὴν Μεγάλην πόλιν ὑπῆρχον αἱ περιοικοῦσαι πόλεις μετῳκισμέναι καὶ δυσχερῶς φέρουσαι τὴν ἐκ τῆς πατρίδος μετάστασιν. διόπερ αὐτῶν ἐπανελθόντων εἰς τὰς προγεγενημένας πόλεις, οἱ Μεγαλοπολῖται συνηνάγκαζον ἐκλιπεῖν τὰς πατρίδας.

διὰ δὲ ταύτην τὴν αἰτίαν γενομένης διαφορᾶς, οἱ μὲν ἐκ τῶν πολισμάτων ἠξίουν αὐτοῖς βοηθεῖν Μαντινεῖς καὶ τῶν ἄλλων Ἀρκάδων τινάς, ἔτι δὲ Ἠλείους καὶ τοὺς ἄλλους τοὺς μετεσχηκότας τοῖς Μαντινεῦσι συμμαχίας· οἱ δὲ Μεγαλοπολῖται τοὺς Θηβαίους παρεκάλουν συμμαχεῖν. οἷς ἀπέστειλαν συντόμως ὁπλίτας μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, ὧν τὴν στρατηγίαν εἶχε Παμμένης.

οὗτος δὲ παρελθὼν εἰς Μεγάλην πόλιν, καὶ τῶν πολισμάτων ἃ μὲν ἐκπορθήσας, ἃ δὲ καταπληξάμενος, συνηνάγκασεν εἰς τὴν Μεγάλην πόλιν μετοικῆσαι. καὶ τὰ μὲν περὶ τὸν συνοικισμὸν τῶν πόλεων ἐπὶ τοσοῦτο ταραχῆς ἐλθόντα ἔτυχεν ἐνδεχομένης καταστολῆς.

τῶν δὲ συγγραφέων Ἀθάνας ὁ Συρακόσιος τῶν περὶ Δίωνα πράξεων ἐντεῦθεν ἀρξάμενος ἔγραψε μὲν βύβλους τρισκαίδεκα, προανέλαβε δὲ τὸν ἄγραφον χρόνον ἐτῶν ἑπτὰ ἀπὸ τῆς Φιλίστου συντάξεως ἐν μιᾷ βύβλῳ, καὶ διελθὼν τὰς πράξεις ἐν κεφαλαίοις συνεχῆ τὴν ἱστορίαν ἐποίησεν.