Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δʼ ἀφεστηκότες τοῦ βασιλέως ἐπὶ τὴν τῶν ὅλων διοίκησιν εἵλαντο στρατηγὸν Ὀρόντην. οὗτος δὲ παραλαβὼν τὴν ἡγεμονίαν καὶ χρήματα πρὸς ξενολογίαν, δισμυρίοις στρατιώταις ἐνιαύσιον μισθόν, ἐγένετο προδότης τῶν πιστευσάντων. ὑπολαβὼν γὰρ παρὰ τοῦ βασιλέως δωρεῶν τε μεγάλων τεύξεσθαι καὶ τῆς παραθαλασσίου πάσης παραλήψεσθαι τὴν σατραπείαν, ἐὰν ἐγχειρίσῃ τοῖς Πέρσαις τοὺς ἀφεστηκότας, πρῶτον μὲν τοὺς κομίσαντας τὰ χρήματα συνέλαβε καὶ πρὸς τὸν Ἀρταξέρξην ἀπέστειλε, μετὰ δὲ ταῦτα πολλὰς τῶν πόλεων καὶ τοὺς ξενολογηθέντας στρατιώτας τοῖς ὑπὸ τοῦ βασιλέως πεμφθεῖσιν ἡγεμόσι παρέδωκεν.

ὁμοίως δὲ τούτῳ καὶ κατὰ τὴν Καππαδοκίαν ἐγένετο προδοσία, καθʼ ἣν ἴδιόν τι καὶ παράδοξον συνέβη γενέσθαι. Ἀρταβάζου γὰρ τοῦ βασιλέως στρατηγοῦ μετὰ πολλῆς δυνάμεως ἐμβαλόντος εἰς τὴν Καππαδοκίαν, ὁ μὲν ταύτης τῆς χώρας σατράπης Δατάμης ἀντεστρατοπέδευσεν αὐτῷ, πολλοὺς μὲν ἱππεῖς ἠθροικώς, δισμυρίους δὲ πεζοὺς μισθοφόρους ἔχων αὑτῷ συστρατεύοντας·

ὁ δὲ κηδεστὴς τοῦ Δατάμου τῶν ἱππέων ἀφηγούμενος, χάριν βουλόμενος καταθέσθαι καὶ τῆς ἰδίας σωτηρίας ἅμα προνοούμενος, ἀποστὰς νυκτὸς μετὰ τῶν ἱππέων ἀπήλαυνε πρὸς τοὺς πολεμίους, συντεθειμένος πρὸς Ἀρτάβαζον τῇ πρότερον ἡμέρᾳ περὶ τῆς προδοσίας.

Δατάμης δὲ παρακαλέσας τοὺς μισθοφόρους καὶ δωρεὰς ὑποσχόμενος, ἀνέζευξε πρὸς τοὺς ἀφεστηκότας. καταλαβὼν δʼ αὐτοὺς ἤδη συνάπτοντας τοῖς πολεμίοις, καὶ αὐτὸς προσπεσὼν ἅμα τοῖς περὶ τὸν Ἀρτάβαζον καὶ τοῖς ἱππεῦσιν, ἔκτεινε τοὺς εἰς χεῖρας ἐρχομένους.

ὁ δʼ Ἀρτάβαζος, τὸ μὲν πρῶτον τὸ ἀληθὲς ἀγνοῶν, ὑπολαβὼν δὲ τὸν ἀποστάτην τοῦ Δατάμου παλιμπροδοσίαν ποιεῖσθαι, παρήγγειλε τοῖς ἰδίοις κτείνειν τοὺς προσιόντας ἱππεῖς. ὁ δὲ Μιθροβαρζάνης ἐν μέσοις ἀποληφθείς, καὶ τῶν μὲν ὡς προδότην ἀμυνομένων, τῶν δὲ ὡς παλιμπροδότην τιμωρουμένων, ἐν ἀπορίᾳ καθειστήκει· τῆς δʼ ἀπορίας οὐκ ἐώσης βουλεύσασθαι, πρὸς ἀλκὴν ἐτρέπετο, καὶ πρὸς ἀμφοτέρους διαμαχόμενος πολὺν ἐποίει φόνον. τέλος δὲ πλειόνων ἢ μυρίων ἀναιρεθέντων, τοὺς ὑπολειφθέντας ὁ Δατάμης τρεψάμενος καὶ πολλοὺς φονεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς διώκοντας στρατιώτας.

τῶν δʼ ἱππέων τῶν ὑπολειφθέντων οἱ μὲν πρὸς τὸν Δατάμην ἀποχωρήσαντες ἠξίουν τυχεῖν συγγνώμης, οἱ δὲ λοιποὶ τὴν ἡσυχίαν ἦγον, οὐκ ἔχοντες ὅποι τράπωνται, καὶ τέλος εἰς πεντακοσίους ὄντες κυκλωθέντες ὑπὸ Δατάμου κατηκοντίσθησαν.

Δατάμης μὲν οὖν καὶ πρότερον ἐπὶ στρατηγίᾳ θαυμαζόμενος, πολλῷ τότε μᾶλλον ἔσχε περιβόητον τήν τε ἀνδρείαν καὶ τὴν ἐν τῷ στρατηγεῖν σύνεσιν· ὁ δὲ βασιλεὺς Ἀρταξέρξης πυθόμενος τὴν στρατηγίαν τοῦ Δατάμου, καὶ σπεύδων ἄρασθαι τοῦτον, διʼ ἐπιβουλῆς αὐτὸν ἐδολοφόνησεν.