Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀμφοτέρων δὲ προθύμως συγκαταβάντων εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα, καὶ διαταχθέντων τῶν στρατοπέδων, οἱ μὲν μάντεις σφαγιασάμενοι παρʼ ἀμφοτέροις ἀπεφαίνοντο τὴν νίκην ὑπὸ τῶν θεῶν προφαινομένην·

κατὰ δὲ τὴν τάξιν Μαντινεῖς μὲν μετὰ τῶν ἄλλων Ἀρκάδων τὸ δεξιὸν ἐπεῖχον κέρας, ἔχοντες παραστάτας καὶ συναγωνιστὰς Λακεδαιμονίους, τούτοις δὲ συνεχεῖς ἦσαν Ἠλεῖοι καὶ Ἀχαιοί, καὶ τῶν ἄλλων οἱ καταδεέστεροι τὴν μέσην ἐπεῖχον τάξιν· τὸ δʼ εὐώνυμον κέρας ἀνεπλήρουν Ἀθηναῖοι. Θηβαῖοι δʼ αὐτοὶ μὲν ἐπὶ τὸ εὐώνυμον κέρας ἐτάχθησαν, παραστάτας ἔχοντες Ἀρκάδας, τὸ δὲ δεξιὸν παρέδωκαν Ἀργείοις· τὸ δὲ ἄλλο πλῆθος ἀνεπλήρου τὴν μέσην τάξιν, Εὐβοεῖς καὶ Λοκροὶ καὶ Σικυώνιοι, πρὸς δὲ τούτοις Μεσσήνιοι καὶ Μαλιεῖς καὶ Αἰνιᾶνες, ἔτι δὲ καὶ Θετταλοὶ καὶ οἱ λοιποὶ σύμμαχοι. τοὺς δʼ ἱππεῖς ἐφʼ ἑκατέρων τῶν κεράτων ἀμφότεροι διείλοντο.

τῶν δὲ στρατευμάτων τοῦτον τὸν τρόπον τεταγμένων, ὡς ἤδη πλησίον ὑπῆρχον ἀλλήλων, αἱ μὲν σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον, αἱ δὲ δυνάμεις ἠλάλαξαν καὶ τῷ μεγέθει τῆς βοῆς τὴν νίκην ἐσήμαινον. καὶ τὸ μὲν πρῶτον ἱππομαχίαν ἐν τοῖς κέρασι συνεστήσαντο, καθʼ ἣν ταῖς φιλοτιμίαις ἑαυτοὺς ὑπερεβάλοντο.

οἱ μὲν γὰρ τῶν Ἀθηναίων ἱππεῖς τοῖς τῶν Θηβαίων ἐπελάσαντες ἠλαττοῦντο οὐχ οὕτω ταῖς τῶν ἵππων ἀρεταῖς οὐδὲ ταῖς ἰδίαις εὐψυχίαις οὐδὲ ταῖς κατὰ τὴν ἱππικὴν ἐμπειρίαις· ἐν γὰρ τούτοις ἅπασιν οὐκ ἦν καταδεέστερον τὸ τῶν Ἀθηναίων ἱππικόν· τῷ δὲ πλήθει καὶ τῇ παρασκευῇ τῶν ψιλῶν καὶ τῇ στρατηγικῇ συντάξει πολὺ τῶν ἐναντίων ἐλείποντο. αὐτοὶ μὲν οὖν ὀλίγους εἶχον ἀκοντιστάς, οἱ δὲ Θηβαῖοι τριπλασίους σφενδονήτας καὶ ἀκοντιστὰς τοὺς ἐκ τῶν περὶ τὴν Θετταλίαν τόπων ἀπεσταλμένους.

οὗτοι περιττότερον ἐκ παίδων ζηλοῦντες τὴν ἐν τούτοις μάχην, μεγάλην ῥοπὴν ποιεῖν εἰώθεισαν ἐν ταῖς μάχαις διὰ τὴν ἐν τούτοις ἐμπειρίαν. διόπερ οἱ Ἀθηναῖοι κατατιτρωσκόμενοι μὲν ὑπὸ τῶν ψιλικῶν, καταπονούμενοι δʼ ὑπὸ τῶν ἀνθεστηκότων, ἅπαντες ἐτράπησαν.

τὴν δὲ φυγὴν ἐκτὸς τῶν κεράτων ποιησάμενοι διωρθώσαντο τὴν ἧτταν· ἅμα μὲν γὰρ κατὰ τὴν ἀποχώρησιν οὐκ ἐτάραξαν τὴν ἰδίαν φάλαγγα, ἅμα δὲ περιπεσόντες Εὐβοεῦσι καὶ μισθοφόροις τισὶν ἀπεσταλμένοις ἐπὶ τὴν κατάληψιν τῶν πλησίον λόφων, συνάψαντες αὐτοῖς μάχην ἅπαντας ἀπέκτειναν.

οἱ δὲ τῶν Θηβαίων ἱππεῖς τοὺς μὲν φεύγοντας οὐκ ἐπεδίωξαν, ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλλάξαι τοὺς πεζούς. ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν Ἀθηναίων καταπονουμένων καὶ πρὸς φυγὴν ὁρμησάντων, ὁ τῶν Ἠλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν Βοιωτῶν καταβαλὼν παλίντροπον ἐποίησε τὴν μάχην.

οἱ μὲν οὖν τῶν Ἠλείων ἱππεῖς τοῦτον τὸν τρόπον ἐπιφανέντες τῷ λαιῷ κέρατι τὸ γεγονὸς περὶ τοὺς συμμάχους ἐλάττωμα διωρθώσαντο· ἐπὶ δὲ θατέρου κέρατος ἐπιρραξάντων ἀλλήλοις τῶν ἱππέων βραχὺν χρόνον ἡ μάχη διέμεινεν ἰσόρροπος, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῶν Βοιωτῶν καὶ Θετταλῶν ἱππέων οἱ μετὰ τῶν Μαντινέων ὄντες ἐβιάσθησαν, καὶ συχνοὺς ἀποβαλόντες κατέφυγον πρὸς τὴν ἰδίαν φάλαγγα.