Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Θηβαῖοι περιβόητον νίκην ἀπενηνεγμένοι, πρὸς ἅπαντας ἔφασαν ἑαυτοὺς ἡττᾶσθαι διὰ τὴν Πελοπίδου τελευτήν· ἀξιόλογον γὰρ ἀπολωλεκότες ἄνδρα, κατὰ λόγον ἔκρινον τὴν νίκην ἥττονα ὑπάρχειν τῆς Πελοπίδου ζωῆς. πολλὰς γὰρ καὶ μεγάλας χρείας παρέσχετο τῇ πατρίδι, πλεῖστον δὲ συνεβάλετο πρὸς τὴν τῶν Θηβαίων αὔξησιν. ἐν γὰρ τῇ τῶν φυγάδων κατηλύσει, καθʼ ἣν ἀνεκτήσαντο τὴν Καδμείαν, ὡμολογημένως ἅπαντες τούτῳ τὸ πρωτεῖον τοῦ κατορθώματος ἀπονέμουσιν. τὴν δʼ εὐημερίαν ταύτην συνέβη πάντων τῶν ὕστερον γενομένων ἀγαθῶν αἰτίαν γενέσθαι.

ἐν δὲ τῇ περὶ Τεγύραν μάχῃ μόνος Πελοπίδας τῶν βοιωταρχῶν ἐνίκησε τοὺς Λακεδαιμονίους, πλεῖστον ἰσχύοντας τῶν Ἑλλήνων, ὅτε διὰ τὸ μέγεθος τῆς νίκης πρῶτον ἔστησαν Θηβαῖοι τρόπαιον κατὰ Λακεδαιμονίων. κατὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἡγήσατο τοῦ ἱεροῦ λόχου, μεθʼ οὗ προεμβαλὼν τοῖς Σπαρτιάταις ἀρχηγὸς ἐγένετο τῆς νίκης. ἐν δὲ ταῖς ἐπὶ Λακεδαίμονα στρατείαις ἑπτὰ μὲν ἡγήσατο μυριάδων, πρὸς αὐτῇ δὲ τῇ Σπάρτῃ τρόπαιον ἔστησε κατὰ τῶν Λακεδαιμονίων τῶν πάντα τὸν πρὸ τοῦ χρόνον ἀπορθήτων γεγενημένων.

πρὸς δὲ τὸν Περσῶν βασιλέα πρεσβεύσας ἐν ταῖς κοιναῖς ὁμολογίαις τὴν Μεσσήνην κατʼ ἰδίαν παρέλαβεν, ἣν ἀνάστατον οὖσαν ἔτη τριακόσια Θηβαῖοι πάλιν ἀποκατέστησαν. ἐπὶ τελευτῆς δὲ διαγωνισάμενος πρὸς Ἀλέξανδρον ἔχοντα πολλαπλασίονα δύναμιν οὐ μόνον ἐπιφανῶς ἐνίκησεν, ἀλλὰ καὶ τὸν θάνατον ἔσχεν ἐπʼ ἀρετῇ περιβόητον.

πρὸς δὲ τοὺς πολίτας οὕτω καλῶς διετέθη, ὥστε ἀπὸ τῆς εἰς τὰς Θήβας καθόδου τῶν φυγάδων μέχρι τῆς ἑαυτοῦ τελευτῆς βοιωταρχῶν πάντα τὸν χρόνον διετέλεσε, μηδενὸς ἄλλου τῶν πολιτῶν ταύτης ἠξιωμένου τῆς τιμῆς. Πελοπίδας μὲν οὖν, διὰ τὴν ἰδίαν ἀρετὴν ὑπὸ πάντων ἀποδοχῆς ἠξιωμένος, ἐχέτω καὶ παρʼ ἡμῶν τὸν διὰ τῆς ἱστορίας ἔπαινον.

κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κλέαρχος, τὸ γένος ὢν ἐξ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ, ἐπέθετο τυραννίδι· κρατήσας δὲ τῆς ἐπιβολῆς ἐζήλωσε μὲν τὴν διαγωγὴν τὴν Διονυσίου τοῦ Συρακοσίων τυράννου, τυραννεύσας δὲ τῶν Ἡρακλεωτῶν ἐπιφανῶς ἦρξεν ἔτη δώδεκα.

ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος ὁ Ἀθηναίων στρατηγὸς ἔχων δύναμιν πεζήν τε καὶ ναυτικὴν Τορώνην μὲν καὶ Ποτίδαιαν πολιορκήσας εἷλε, Κυζικηνοῖς δὲ πολιορκουμένοις ἐβοήθησεν.