Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πολυζήλου κατὰ μὲν τὴν Ῥώμην ἀναρχία διά τινας πολιτικὰς στάσεις ἐγένετο, κατὰ δὲ τὴν Ἑλλάδα Ἀλέξανδρος ὁ Φερῶν τύραννος ἐν τῇ Θετταλίᾳ περί τινων ἐγκαλέσας τῇ πόλει τῶν Σκοτουσσαίων, ἐκάλεσεν αὐτοὺς εἰς ἐκκλησίαν καὶ περιστήσας τοὺς μισθοφόρους ἅπαντας ἀπέσφαξε, τὰ δὲ σώματα τῶν τετελευτηκότων ῥίψας εἰς τὴν πρὸ τῶν τειχῶν τάφρον τὴν πόλιν διήρπασεν.

Ἐπαμεινώνδας δʼ ὁ Θηβαῖος μετὰ δυνάμεως ἐμβαλὼν εἰς Πελοπόννησον τοὺς Ἀχαιοὺς καί τινας ἄλλας πόλεις προσηγάγετο, Δύμην δὲ καὶ Ναύπακτον καὶ Καλυδῶνα φρουρουμένην ὑπʼ Ἀχαιῶν ἠλευθέρωσεν. ἐστράτευσαν δὲ καὶ εἰς Θετταλίαν Βοιωτοί, καὶ Πελοπίδαν ἐκομίσαντο παρʼ Ἀλεξάνδρου τοῦ Φερῶν τυράννου.

Φλιασίοις δὲ πολεμουμένοις ὑπʼ Ἀργείων Χάρης ὑπʼ Ἀθηναίων πεμφθεὶς στρατηγὸς μετὰ δυνάμεως ἐβοήθησε· νικήσας δὲ τοὺς Ἀργείους δυσὶ μάχαις καὶ τὴν ἀσφάλειαν περιποιήσας τοῖς Φλιασίοις ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κηφισόδωρος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὁ δῆμος τέσσαρας κατέστησε, Λεύκιον Φούριον, Παῦλον Μάλλιον, Σερούιον Σουλπίκιον, Σερούιον Κορνήλιον. ἐπὶ δὲ τούτων Θεμίσων ὁ Ἐρετρίας τύραννος Ὠρωπὸν κατελάβετο. ταύτην δὲ τὴν πόλιν οὖσαν Ἀθηναίων παραλόγως ἀπέβαλεν· τῶν γὰρ Ἀθηναίων στρατευσάντων ἐπʼ αὐτὸν καὶ πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, οἱ Θηβαῖοι βοηθήσαντες αὐτῷ καὶ παραλαβόντες ἐν παρακαταθήκῃ τὴν πόλιν οὐκ ἀπέδωκαν.

—ἅμα δὲ τούτοις πραττομένοις Κῷοι μετῴκησαν εἰς τὴν νῦν οἰκουμένην πόλιν καὶ κατεσκεύασαν αὐτὴν ἀξιόλογον· πλῆθός τε γὰρ ἀνδρῶν εἰς ταύτην ἠθροίσθη καὶ τείχη πολυτελῆ κατεσκευάσθη καὶ λιμὴν ἀξιόλογος. ἀπὸ δὲ τούτων τῶν χρόνων αἰεὶ μᾶλλον ηὐξήθη προσόδοις τε δημοσίαις καὶ τοῖς τῶν ἰδιωτῶν πλούτοις, καὶ τὸ σύνολον ἐνάμιλλος ἐγένετο ταῖς πρωτευούσαις πόλεσιν.